Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 11

154 Τῷ δʼ ἑβδόμῳ μηνὶ τὴν σκηνοπηγίαν ἑορτάζοντες καὶ σχεδὸν ἅπαντος τοῦ λαοῦ συνεληλυθότος ἐπʼ αὐτήν, ἀνελθόντες εἰς τὸ ἀνειμένον τοῦ ναοῦ πρὸς τὴν πύλην τὴν ἐπὶ τὴν ἀνατολὴν ἀποβλέπουσαν ἐδεήθησαν τοῦ Ἔζδρα τοὺς νόμους αὐτοῖς ἀναγνῶναι τοὺς Μωυσέως.
155 ὁ δὲ μέσος τοῦ πλήθους σταθεὶς ἀνέγνω καὶ τοῦτʼ ἐποίησεν ἀπʼ ἀρχομένης ἡμέρας ἕως μεσημβρίας· οἱ δὲ ἀκούσαντες ἀναγινωσκομένων τῶν νόμων δίκαιοι μὲν πρὸς τὸ παρὸν καὶ τὸ μέλλον ἐδιδάσκοντο εἶναι, περὶ δὲ τῶν παρῳχημένων ἐδυσφόρουν καὶ μέχρι τοῦ δακρύειν προήχθησαν ἐνθυμούμενοι πρὸς αὑτούς, ὅτι μηδὲν ἂν τῶν πεπειραμένων κακῶν ἔπαθον, εἰ τὸν νόμον διεφύλαττον.
156 ὁ δὲ Ἔζδρας οὕτως ὁρῶν αὐτοὺς ἔχοντας ἐκέλευσεν ἀπιέναι πρὸς αὑτοὺς καὶ μὴ δακρύειν· εἶναι γὰρ ἑορτὴν καὶ μὴ δεῖν ἐν αὐτῇ κλαίειν· οὐ γὰρ ἐξεῖναι· προυτρέπετο δὲ μᾶλλον πρὸς εὐωχίαν ὁρμήσαντας ποιεῖν τὰ πρόσφορα τῇ ἑορτῇ καὶ κεχαρισμένα, καὶ τὴν μετάνοιαν καὶ λύπην τὴν ἐπὶ τοῖς ἔμπροσθεν ἐξημαρτημένοις ἀσφάλειάν τε ἕξειν καὶ φυλακὴν τοῦ μηδὲν ὅμοιον συμπεσεῖν.
157 οἱ δὲ ταῦτα Ἔζδρα παραινοῦντος ἑορτάζειν ἤρξαντο καὶ τοῦτο ποιοῦντες ἐφʼ ἡμέρας ὀκτὼ ἐν ταῖς σκηναῖς ἀνεχώρησαν εἰς τὰ οἰκεῖα μετὰ ὕμνων τοῦ θεοῦ τῆς ἐπανορθώσεως τῶν περὶ τὸ πολίτευμα παρανομηθέντων Ἔζδρᾳ χάριν εἰδότες.
158 ᾧ συνέβη μετὰ τὴν παρὰ τῷ λαῷ δόξαν γηραιῷ τελευτῆσαι τὸν βίον καὶ ταφῆναι μετὰ πολλῆς φιλοτιμίας ἐν Ἱεροσολύμοις. ὑπὸ δὲ τὸν αὐτὸν καιρὸν καὶ Ἰωακείμου τοῦ ἀρχιερέως ἀποθανόντος παῖς αὐτοῦ Ἐλεάσιβος τὴν ἀρχιερωσύνην διεδέξατο.
159 Τῶν δʼ αἰχμαλωτισθέντων τις Ἰουδαίων οἰνοχόος τοῦ βασιλέως Ξέρξου Νεεμίας ὄνομα περιπατῶν πρὸ τῆς μητροπόλεως τῶν Περσῶν Σούσων, ξένων τινῶν ἀπὸ μακρᾶς ὁδοιπορίας εἰς τὴν πόλιν εἰσιόντων ἐπακούσας ἑβραϊστὶ πρὸς ἀλλήλους ὁμιλούντων προσελθὼν αὐτοῖς ἐπυνθάνετο, πόθεν εἶεν παραγενόμενοι.
160 ἀποκριναμένων δʼ ἥκειν ἐκ τῆς Ἰουδαίας, πῶς αὐτῶν ἔχει τὸ πλῆθος καὶ ἡ μητρόπολις Ἱεροσόλυμα, πάλιν ἤρξατο πυνθάνεσθαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme