Book 11
168
Γενόμενος οὖν ἐν Βαβυλῶνι καὶ πολλοὺς τῶν ὁμοφύλων ἐθελοντὶ ἀκολουθοῦντας αὐτῷ παραλαβὼν ἧκεν εἰς Ἱεροσόλυμα πέμπτον καὶ εἰκοστὸν ἔτος ἤδη βασιλεύοντος Ξέρξου, καὶ δείξας τῷ θεῷ τὰς ἐπιστολὰς ἀποδίδωσιν τῷ Ἀδδαίῳ καὶ τοῖς ἄλλοις ἐπάρχοις, καὶ συγκαλέσας πάντα τὸν λαὸν εἰς Ἱεροσόλυμα στὰς ἐν μέσῳ τῷ ἱερῷ τοιούτους ἐποιήσατο πρὸς αὐτὸν τοὺς λόγους·
169
ἄνδρες Ἰουδαῖοι, τὸν μὲν θεὸν ἴστε μνήμῃ τῶν πατέρων Ἀβράμου καὶ Ἰσάκου καὶ Ἰακώβου παραμένοντα καὶ διὰ τῆς ἐκείνων δικαιοσύνης οὐκ ἐγκαταλείποντα τὴν ὑπὲρ ὑμῶν πρόνοιαν· ἀμέλει συνήργησέν μοι παρὰ τοῦ βασιλέως λαβεῖν ἐξουσίαν, ὅπως ὑμῶν τὸ τεῖχος ἀναστήσω καὶ τὸ λείψανον τοῦ ἱεροῦ τελειώσω.
170
βούλομαι δʼ ὑμᾶς τὴν τῶν γειτονευόντων ἡμῖν ἐθνῶν δυσμένειαν σαφῶς εἰδότας, καὶ ὅτι πρὸς τὴν οἰκοδομίαν, εἰ μάθοιεν περὶ ταύτην ἡμᾶς φιλοτιμουμένους, ἐνστήσονται καὶ πολλὰ πραγματεύσονται πρὸς αὐτὴν ἡμῖν ἐμπόδια,
171
θαρρεῖν μὲν τῷ θεῷ πρῶτον ὡς καὶ πρὸς τὴν ἐκείνων ἀπέχθειαν στησομένους, μήτε δʼ ἡμέρας μήτε νυκτὸς αὐτοὺς ἀνιέναι τῆς οἰκοδομίας, ἀλλὰ πάσῃ σπουδῇ χρωμένους συνέχειν τὸ ἔργον, ὥς γε καιρὸς ἴδιός ἐστιν.
172
ταῦτʼ εἰπὼν ἐκέλευσεν εὐθὺς τοὺς ἄρχοντας μετρῆσαι τὸ τεῖχος καὶ διανεῖμαι τὴν ἐργασίαν αὐτοῦ τῷ λαῷ κατὰ κώμας τε καὶ πόλεις κατὰ τὸ ἑκάστοις δυνατόν, ὑποσχόμενος δὲ καὶ αὐτὸς μετὰ τῶν οἰκετῶν συλλήψεσθαι πρὸς τὴν οἰκοδομίαν διέλυσε τὴν ἐκκλησίαν.
173
καὶ οἱ Ἰουδαῖοι πρὸς τὸ ἔργον παρεσκευάζοντο. ἐκλήθησαν δὲ τὸ ὄνομα ἀφʼ ἧς ἡμέρας ἐκ Βαβυλῶνος ἀνέβησαν ἐκ τῆς Ἰούδα φυλῆς, ἧς πρώτης ἐλθούσης εἰς ἐκείνους τοὺς τόπους αὐτοί τε καὶ ἡ χώρα τὴν προσηγορίαν αὐτοῖς μετέλαβον.
174
Ἀκούσαντες δὲ τὴν τῶν τειχῶν οἰκοδομὴν σπευδομένην Ἀμμανῖται καὶ Μωαβῖται καὶ Σαμαρεῖται καὶ πάντες οἱ ἐν τῇ κοίλῃ Συρίᾳ νεμόμενοι χαλεπῶς ἔφερον καὶ διετέλουν ἐπιβουλὰς αὐτοῖς συντιθέντες τὴν προαίρεσιν αὐτῶν ἐμποδίζοντες, πολλούς τε τῶν Ἰουδαίων ἀπέκτειναν καὶ αὐτὸν ἐζήτουν τὸν Νεεμίαν διαφθεῖραι μισθούμενοί τινας τῶν ἀλλοφύλων, ἵνʼ αὐτὸν ἀνέλωσιν.