Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 11

214 ἵνα μέντοι μὴ ζημιωθῇς τοὺς φόρους τοὺς παρʼ αὐτῶν γινομένους, ἐκ τῆς ἰδίας οὐσίας αὐτὸς ἐπηγγείλατο μυριάδας δώσειν ταλάντων ἀργυρίου τέσσαρας, ὅπου ἂν κελεύσῃ. ταῦτα δὲ τὰ χρήματα παρέχειν ἡδέως ἔλεγεν, ἵνʼ ἀπὸ τούτων εἰρηνευθῇ τῶν κακῶν ἡ βασιλεία.
215 Ταῦτα τοῦ Ἀμάνου ἀξιώσαντος ὁ βασιλεὺς καὶ τὸ ἀργύριον αὐτῷ χαρίζεται καὶ τοὺς ἀνθρώπους, ὥστε ποιεῖν αὐτοὺς ὅ τι βούλεται. τυχὼν δὲ ὧν ἐπεθύμει Ἀμάνης παραχρῆμα πέμπει διάταγμα ὡς τοῦ βασιλέως εἰς ἅπαντα τὰ ἔθνη περιέχον τοῦτον τὸν τρόπον·
216 βασιλεὺς μέγας Ἀρταξέρξης τοῖς ἀπὸ Ἰνδικῆς ἕως τῆς Αἰθιοπίας ἑπτὰ καὶ εἴκοσι καὶ ἑκατὸν σατραπειῶν ἄρχουσι τάδε γράφει. πολλῶν ἐθνῶν ἄρξας καὶ πάσης ἧς ἐβουλήθην κρατήσας οἰκουμένης καὶ μηδὲν ὑπὸ τῆς ἐξουσίας ὑπερήφανον μηδὲ σκαιὸν εἰς τοὺς ἀρχομένους ἀναγκασθεὶς ἁμαρτεῖν, ἀλλʼ ἐπιεικῆ καὶ πρᾷον ἐμαυτὸν παρασχὼν καὶ προνοησάμενος εἰρήνης καὶ εὐνομίας αὐτοῖς, ἐζήτουν πῶς εἰς ἅπαντα τούτων ἀπολαύειν αὐτοῖς γένοιτο.
217 τοῦ δὲ διὰ σωφροσύνην καὶ δικαιοσύνην παρʼ ἐμοὶ τὴν πρώτην μοῖραν δόξης καὶ τιμῆς ἔχοντος καὶ μετʼ ἐμὲ δευτέρου διὰ πίστιν καὶ βέβαιον εὔνοιαν Ἀμάνου κηδεμονικῶς ὑποδείξαντός μοι παντάπασιν ἀνθρώποις ἀναμεμῖχθαι δυσμενὲς ἔθνος καὶ τοῖς νόμοις ἀλλόκοτον καὶ τοῖς βασιλεῦσιν ἀνυπότακτον καὶ παρηλλαγμένον τοῖς ἔθεσι καὶ τὴν μοναρχίαν μισοῦν καὶ δύσνουν τοῖς ἡμετέροις πράγμασι,
218 κελεύω τοὺς δηλουμένους ὑπὸ τοῦ δευτέρου μου πατρὸς Ἀμάνου πάντας σὺν γυναιξὶ καὶ τέκνοις ἀπολέσαι μηδεμίαν φειδῶ ποιησαμένους, μηδʼ ἐλέῳ πλέον ἢ τοῖς ἐπεσταλμένοις πεισθέντας παρακοῦσαι τῶν γεγραμμένων.
219 καὶ τοῦτο γενέσθαι βούλομαι τῇ τετράδι καὶ δεκάτῃ τοῦ δωδεκάτου μηνὸς τοῦ ἐνεστῶτος ἔτους, ὅπως οἱ πανταχόθεν ἡμῖν πολέμιοι μιᾷ ἡμέρᾳ διαφθαρέντες τοῦ λοιποῦ μετʼ εἰρήνης ἡμῖν τὸν βίον διάγειν παρέχωσι.
220 τούτου κομισθέντος τοῦ προστάγματος εἰς τὰς πόλεις καὶ τὴν χώραν ἕτοιμοι πάντες ἐπὶ τὴν τῶν Ἰουδαίων ἀπώλειαν εἰς τὴν προειρημένην ἡμέραν ἐγίνοντο· ἐσπεύδετο δὲ τοῦτο καὶ ἐν τῇ Σούσῃ. ὁ μὲν οὖν βασιλεὺς καὶ ὁ Ἀμάνης πρὸς εὐωχίαις καὶ πότοις ἦσαν, ἐν ταραχῇ δʼ ἦν ἡ πόλις.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme