Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 11

221 Ὁ δὲ Μαρδοχαῖος μαθὼν τὸ γινόμενον περιρρηξάμενος τὴν ἐσθῆτα καὶ σάκκον ἐνδυσάμενος καὶ καταχεάμενος σποδιὰν διὰ τῆς πόλεως ἐφέρετο βοῶν, ὅτι μηδὲν ἀδικῆσαν ἔθνος ἀναιρεῖται, καὶ τοῦτο λέγων ἕως τῶν βασιλείων ἦλθεν καὶ πρὸς αὐτοῖς ἔστη· οὐ γὰρ ἐξῆν εἰσελθεῖν αὐτῷ τοιοῦτον περικειμένῳ σχῆμα.
222 τὸ δʼ αὐτὸ καὶ πάντες ἐποίησαν οἱ ἐν ταῖς πόλεσιν Ἰουδαῖοι, ἐν αἷς τὰ περὶ τούτων προετέθη γράμματα, θρηνοῦντες καὶ τὰς κατηγγελμένας αὐτοῖς συμφορὰς ὀδυρόμενοι. ὡς δʼ ἀπήγγειλάν τινες τῇ βασιλίσσῃ τὸν Μαρδοχαῖον ἐν οὕτως οἰκτρῷ σχήματι πρὸ τῆς αὐλῆς ἑστῶτα, ταραχθεῖσα πρὸς τὴν ἀκοὴν ἐξέπεμπεν τοὺς μεταμφιάσοντας αὐτόν.
223 οὐ πεισθέντος δὲ ἀποδύσασθαι τὸν σάκκον, οὐ γὰρ ἐφʼ ᾧ τοῦτον ἀναγκασθείη λαβεῖν δεινῷ πεπαῦσθαι τοῦτο, προσκαλεσαμένη τὸν εὐνοῦχον Ἀχράθεον, καὶ γὰρ ἔτυχεν αὐτῇ παρών, ἀπέστειλεν Μαρδοχαίῳ γνωσόμενον, τίνος συμβεβηκότος αὐτῷ σκυθρωποῦ πενθεῖ καὶ τὸ σχῆμα τοῦτο περικείμενος οὐδʼ αὐτῆς παρακαλούσης ἀπέθετο.
224 ὁ δὲ Μαρδοχαῖος ἐπέδειξε τῷ εὐνούχῳ τὴν αἰτίαν τό τε γράμμα τὸ κατὰ τῶν Ἰουδαίων εἰς ἅπασαν τὴν ὑπὸ τῷ βασιλεῖ χώραν διαπεμφθὲν καὶ τὴν τῶν χρημάτων ὑπόσχεσιν, ᾗ τὴν ἀπώλειαν τοῦ ἔθνους ᾐτεῖτο παρὰ τοῦ βασιλέως Ἀμάνης.
225 δοὺς δὲ αὐτῷ καὶ τὸ ἀντίγραφον τῶν ἐν Σούσοις προτεθέντων κομίσαι τῇ Ἐσθῆρι καὶ περὶ τούτων δεηθῆναι τοῦ βασιλέως ἐνετέλλετο καὶ σωτηρίας ἕνεκεν τοῦ ἔθνους μὴ ἀδοξῆσαι λαβεῖν σχῆμα ταπεινόν, ᾧ παραιτήσεται τοὺς Ἰουδαίους κινδυνεύοντας ἀπολέσθαι· τὸν γὰρ τὴν δευτέραν ἔχοντα τῷ βασιλεῖ τιμὴν Ἀμάνην κατηγορήσαντʼ αὐτῶν παρωξυγκέναι κατʼ αὐτῶν τὸν βασιλέα.
226 ταῦτα γνοῦσα πέμπει πάλιν πρὸς Μαρδοχαῖον δηλοῦσα, ὅτι μήτε κληθείη πρὸς τοῦ βασιλέως καὶ ὁ εἰσερχόμενος πρὸς αὐτὸν ἄκλητος ἀποθνήσκει, πλὴν εἰ μή τινα σώζειν βουλόμενος προτείνειεν τὸν χρυσῆν ῥάβδον· ᾧ γὰρ τοῦτο ποιήσειεν ὁ βασιλεὺς ἀκλήτῳ προσελθόντι, οὗτος οὐκ ἀποθνήσκει μόνος, ἀλλὰ συγγνώμης τυχὼν σώζεται.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme