Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 11

249 κομίσαντος δὲ καὶ ἀναγινώσκοντος εὑρέθη τις διʼ ἀριστείαν ἔν τινι γέρας εἰληφὼς χώραν, ἧς καὶ τὸ ὄνομα ἐγέγραπτο. ἕτερον δὲ διὰ πίστιν τετυχηκότα δωρεᾶς μηνύων ἦλθεν καὶ ἐπὶ Γαβαταῖον καὶ Θεοδέστην τοὺς ἐπιβουλεύσαντας εὐνούχους τῷ βασιλεῖ, ὧν μηνυτὴς Μαρδοχαῖος ἦν γεγενημένος.
250 φράσαντος δὲ τοῦτο μόνον τοῦ γραμματέως καὶ μεταβαίνοντος εἰς ἑτέραν πρᾶξιν ἐπέσχεν ὁ βασιλεὺς πυνθανόμενος, εἰ μὴ ἔχει γέρας αὐτῷ δοθὲν ἀναγεγραμμένον. ὁ δʼ ὡς ἔφη μηδὲν εἶναι, κελεύσας ἡσυχάζειν, τίς ἡ τῆς νυκτὸς ὥρα, παρὰ τῶν ἐπὶ τούτῳ τεταγμένων ἐπυνθάνετο.
251 μαθὼν δʼ, ὡς ὄρθρος ἐστὶν ἤδη, προσέταξεν τῶν φίλων ὃν ἂν πρὸ τῆς αὐλῆς εὕρωσιν ἤδη παρόντα τοῦτον αὐτῷ δηλοῦν. ἔτυχέν τε ὥστε Ἀμάνην εὑρεθῆναι· θᾶττον γὰρ τῆς συνήθους ὥρας ἐληλύθει περὶ τοῦ Μαρδοχαίου θανάτου δεησόμενος αὐτοῦ.
252 τῶν οὖν θεραπόντων εἰπόντων, ὅτι Ἀμάνης εἴη πρὸ τῆς αὐλῆς, ἐκέλευσεν αὐτὸν εἰσκαλέσαι. εἰσελθόντος δέ φίλον, εἶπεν, εἰδὼς ἐμαυτῷ σὲ μόνον εὔνουν συμβουλεῦσαί μοι παρακαλῶ, πῶς ἂν τιμήσαιμι τινὰ στεργόμενον ὑπʼ ἐμοῦ σφόδρα τῆς ἐμαυτοῦ μεγαλοφροσύνης ἀξίως.
253 ὁ δὲ Ἀμάνης λογισάμενος, ἣν ἂν δῷ γνώμην ταύτην δώσειν ὑπὲρ αὐτοῦ, φιλεῖσθαι γὰρ ἑαυτὸν ὑπὸ τοῦ βασιλέως μόνον, ἣν ᾤετο ἀρίστην εἶναι ταύτην φανερὰν ἐποίησεν.
254 εἶπεν γάρ εἰ βούλοιο τὸν ἄνθρωπον ὃν φῂς ἀγαπᾶν δόξῃ περιβαλεῖν, ποίησον ἐφʼ ἵππου βαδίζειν τὴν αὐτὴν ἐσθῆτά σοι φοροῦντα καὶ περιαυχένιον χρυσοῦν ἔχοντα καὶ προάγοντα τῶν ἀναγκαίων φίλων ἕνα κηρύσσειν διʼ ὅλης τῆς πόλεως, ὅτι ταύτης τυγχάνει τῆς τιμῆς ὃν ἂν ὁ βασιλεὺς τιμήσῃ.
255 ὁ μὲν οὖν Ἀμάνης ταῦτα συνεβούλευσεν οἰόμενος εἰς αὐτὸν ἥξειν τοῦτο τὸ γέρας. ὁ δὲ βασιλεὺς ἡσθεὶς τῇ παραινέσει προελθών. φησίν, ἔχεις γὰρ καὶ τὸν ἵππον καὶ τὴν στολὴν καὶ τὸν στρεπτόν. ἐπιζήτησον Μαρδοχαῖον τὸν Ἰουδαῖον καὶ ταῦτα ἐκείνῳ δοὺς προάγων αὐτοῦ τὸν ἵππον, σὺ γάρ, ἔφη, μοι φίλος ἀναγκαῖος, ἴσθι διάκονος ὧν χρηστὸς σύμβουλος ἐγένου. ταῦτα δὲ αὐτῷ παρʼ ἡμῶν ἔσται σώσαντί μου τὴν ψυχήν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme