Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 11

256 τούτων ἀκούσας παρὰ πᾶσαν ἐλπίδα τὴν διάνοιαν συνεχύθη καὶ πληγεὶς ὑπὸ ἀμηχανίας ἔξεισιν ἄγων τὸν ἵππον καὶ τὴν πορφύραν καὶ τὸ χρυσοῦν περιαυχένιον, καὶ τὸν Μαρδοχαῖον εὑρὼν πρὸ τῆς αὐλῆς σάκκον ἐνδεδυμένον ἐκέλευσεν ἀποθέμενον ἐνδύσασθαι τὴν πορφύραν.
257 ὁ δὲ οὐκ εἰδὼς τἀληθές, ἀλλὰ χλευάζεσθαι νομίζων ὦ κάκιστε πάντων ἀνθρώπων, εἶπεν, οὕτως ἡμῶν ταῖς συμφοραῖς ἐπεγγελᾷς; πεισθεὶς δʼ, ὡς ὁ βασιλεὺς αὐτῷ γέρας τοῦτʼ εἴη δεδωκὼς ἀντὶ τῆς σωτηρίας, ἣν αὐτῷ παρέσχεν τοὺς ἐπιβουλεύσαντας εὐνούχους ἐλέγξας, ἐνδύεται τὴν πορφύραν, ἣν ὁ βασιλεὺς φορῶν ἀεὶ διετέλει, καὶ περιτίθεται τὸ περιαυχένιον,
258 καὶ ἐπιβὰς ἐπὶ τὸν ἵππον ἐν κύκλῳ περιῄει τὴν πόλιν Ἀμάνου προάγοντος καὶ κηρύσσοντος, ὅτι τοῦτʼ ἔσται παρὰ τοῦ βασιλέως ᾧ ἂν στέρξῃ καὶ τιμῆς ἄξιον δοκιμάσῃ.
259 ἐπεὶ δʼ ἐκπεριῆλθον τὴν πόλιν, ὁ μὲν Μαρδοχαῖος εἰσῄει πρὸς τὸν βασιλέα, Ἀμάνης δʼ ὑπʼ αἰσχύνης πρὸς αὑτὸν παραγίνεται καὶ μετὰ δακρύων τῇ γυναικὶ καὶ τοῖς. φίλοις τὰ συμβεβηκότα διηγεῖτο. οἱ δʼ οὐκέτʼ ἀμύνασθαι τὸν Μαρδοχαῖον ἔλεγον δυνήσεσθαι· τὸν γὰρ θεὸν εἶναι σὺν αὐτῷ.
260 Ταῦτα δὲ τούτων ἔτι πρὸς ἀλλήλους ὁμιλούντων ἧκον οἱ τῆς Ἐσθήρας εὐνοῦχοι τὸν Ἀμάνην ἐπὶ τὸ δεῖπνον ἐπισπεύδοντες.
261 Σαβουχάδας δὲ τῶν εὐνούχων εἷς ἰδὼν τὸν σταυρὸν ἐν τῇ Ἀμάνου οἰκίᾳ πεπηγότα, ὃν ἐπὶ Μαρδοχαῖον παρεσκευάκεισαν, καὶ πυθόμενος παρά τινος τῶν οἰκετῶν, ἐπὶ τίνα τοῦτον ἦσαν ἑτοιμασάμενοι, γνούς, ὡς ἐπὶ τὸν τῆς βασιλίσσης θεῖον, τὸν γὰρ Ἀμάνην μέλλειν αὐτὸν αἰτεῖσθαι παρὰ τοῦ βασιλέως πρὸς τιμωρίαν, τότε μὲν ἡσυχίαν ἦγεν.
262 ὡς δὲ ὁ βασιλεὺς μετὰ τοῦ Ἀμάνου εὐωχηθεὶς ἠξίου τὴν βασίλισσαν λέγειν αὐτῷ, τίνος βούλεται δωρεᾶς τυχεῖν, ὡς ληψομένην οὗπερ ἂν ἐπιθυμίαν ἔχῃ, τὸν τοῦ λαοῦ κίνδυνον ἀπωδύρετο καὶ πρὸς ἀπώλειαν ἔλεγεν μετὰ τοῦ ἔθνους ἐκδεδόσθαι, διὸ καὶ ποιεῖσθαι περὶ τούτων τοὺς λόγους·
263 οὐ γὰρ ἂν ἠνωχληκέναι αὐτῷ, εἰ πρὸς δουλείαν πικρὰν ἐκέλευσεν αὐτοὺς ἀπεμποληθῆναι· μέτριον γὰρ τοῦτο τὸ κακόν· παρεκάλει τε τούτων ἀπαλλαγῆναι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme