Book 11
284
Οἱ μὲν οὖν ἱππεῖς οἱ τὰς ἐπιστολὰς διακομίζοντες εὐθὺς ἐξορμήσαντες τὴν προκειμένην ὁδὸν ἤνυον. ὁ δὲ Μαρδοχαῖος ὡς ἀναλαβὼν τὴν βασιλικὴν στολὴν καὶ τὸν στέφανον τὸν χρυσοῦν καὶ τὸν στρεπτὸν περιθέμενος προῆλθεν, ἰδόντες αὐτὸν οὕτως τετιμημένον ὑπὸ τοῦ βασιλέως οἱ ἐν Σούσοις ὄντες Ἰουδαῖοι κοινὴν ὑπέλαβον τὴν εὐπραγίαν αὐτοῦ.
285
χαρὰ δὲ καὶ σωτήριον φέγγος ἐκτιθεμένων τῶν τοῦ βασιλέως γραμμάτων καὶ τοὺς κατὰ πόλιν τῶν Ἰουδαίων καὶ τοὺς κατὰ χώραν ἐπεῖχεν, ὡς πολλὰ καὶ τῶν ἄλλων ἐθνῶν διὰ τὸν ἐκ τῶν Ἰουδαίων φόβον περιτεμνόμενα τὴν αἰδῶ τὸ ἀκίνδυνον αὐτοῖς ἐκ τούτου πραγματεύσασθαι.
286
καὶ γὰρ τοῦ δωδεκάτου μηνὸς τῇ τρισκαιδεκάτῃ, ὃς κατὰ μὲν Ἑβραίους Ἄδαρ καλεῖται κατὰ δὲ Μακεδόνας Δύστρος, οἱ κομίσαντες τὰ τοῦ βασιλέως γράμματα ἐδήλουν, ὅπως καθʼ ἣν ἡμέραν αὐτοὶ κινδυνεύσειν ἤμελλον ἐν ταύτῃ τοὺς ἐχθροὺς ἀπολέσωσιν.
287
οἱ δὲ ἄρχοντες τῶν σατραπειῶν καὶ οἱ τύραννοι καὶ οἱ βασιλεῖς καὶ οἱ γραμματεῖς εἶχον ἐν τιμῇ τοὺς Ἰουδαίους· ὁ γὰρ ἐκ Μαρδοχαίου φόβος ἠνάγκαζεν αὐτοὺς σωφρονεῖν.
288
τοῦ δὲ γράμματος τοῦ βασιλικοῦ διὰ πάσης τῆς ὑπʼ αὐτὸν χώρας γενομένου συνέπεσεν ὥστε καὶ τοὺς ἐν Σούσοις Ἰουδαίους ἀποκτεῖναι τῶν ἐχθρῶν περὶ πεντακοσίους.
289
τοῦ δὲ βασιλέως τῶν ἀπολωλότων δηλώσαντος τὸν ἀριθμὸν Ἐσθήρᾳ καὶ περὶ τῶν ἐπὶ τῆς χώρας τί ποτʼ εἴη γεγονὸς διαποροῦντος καὶ τί πρὸς τούτοις ἔτʼ αὐτοῦ γενέσθαι βούλεται πυνθανομένου, πραχθήσεσθαι γάρ, παρεκάλεσεν ἐπιτραπῆναι τοῖς Ἰουδαίοις καὶ τὴν ἐπιοῦσαν ἡμέραν οὕτως χρήσασθαι τοῖς ὑπολειπομένοις τῶν ἐχθρῶν καὶ τοὺς δέκα τοὺς Ἀμάνου παῖδας ἀνασταυρῶσαι.
290
καὶ τοῦτο μὲν προσέταξε τοῖς Ἰουδαίοις ὁ βασιλεὺς μηδὲν ἀντιλέγειν Ἐσθῆρι δυνάμενος· οἱ δὲ πάλιν συστραφέντες τῇ τετράδι καὶ δεκάτῃ τοῦ Δύστρου μηνὸς ἀπέκτειναν τῶν ἐναντίων ὡς τριακοσίους, καὶ οὐδενὸς τῶν ἐκείνοις ὑπαρχόντων ἥψαντο κτημάτων.
291
ἀπέθανον δὲ καὶ ὑπὸ τῶν ἐν τῇ χώρᾳ καὶ ταῖς ἄλλαις πόλεσιν Ἰουδαίων τῶν ἐχθρῶν αὐτοῖς ἑπτακισμύριοι καὶ πεντακισχίλιοι. καὶ τούτους μὲν ἀπέκτειναν τῇ τρισκαιδεκάτῃ τοῦ μηνός, τὴν δὲ ἐχομένην ἑορτάσιμον ἐποίησαν.