Book 12
arg
Ὡς Πτολεμαῖος ὁ Λάγου δόλῳ καὶ ἀπάτῃ παραλαβὼν τὰ Ἱεροσόλυμα καὶ τὴν Ἰουδαίαν πολλοὺς ἐξ αὐτῆς εἰς Αἴγυπτον μετῴκισεν.
arg
ὡς ὁ υἱὸς αὐτοῦ Πτολεμαῖος ὁ κληθεὶς Φιλάδελφος τοὺς Ἰουδαίων νόμους εἰς τὴν Ἑλληνικὴν γλῶσσαν μετέβαλεν καὶ πολλοὺς αἰχμαλώτους ἀπέλυσεν Ἐλεαζάρῳ τῷ ἀρχιερεῖ αὐτῶν χαριζόμενος, καὶ ἀναθήματα πολλὰ ἀνέθηκεν τῷ θεῷ.
arg
πῶς ἐτίμησαν οἱ τῆς Ἀσίας βασιλεῖς τὸ Ἰουδαίων ἔθνος καὶ πολίτας ἐποίησαν ἐν ταῖς ὑπ' αὐτῶν κτισθείσαις πόλεσιν κατοικίσαντες.
arg
ἐκ τῆς γενομένης ἀτυχίας ἐπανόρθωσις ὑπὸ Ἰωσήπου τοῦ Τωβίου ποιησαμένου φιλίαν πρὸς Πτολεμαῖον τὸν Ἐπιφανῆ.
arg
φιλία καὶ συμμαχία Λακεδαιμονίων πρὸς Ὀνίαν τὸν ἀρχιερέα τῶν Ἰουδαίων.
arg
στάσις τῶν δυνατῶν Ἰουδαίων πρὸς ἀλλήλους καὶ ὡς ἐπεκαλέσαντο Ἀντίοχον τὸν Ἐπιφανῆ.
arg
ὅτι στρατευσάμενος Ἀντίοχος ἐπὶ Ἱεροσόλυμα τήν τε πόλιν παρέλαβεν καὶ τὸν ναὸν ἐσύλησεν.
arg
ὡς Ἀντιόχου κωλύσαντος τοῖς πατρίοις νόμοις χρῆσθαι τοὺς Ἰουδαίους μόνος ὁ Ἀσαμωναίου παῖς Ματταθίας κατεφρόνησεν τοῦ βασιλέως καὶ τοὺς Ἀντιόχου στρατηγοὺς ἐνίκησεν.
arg
ἡ Ματταθίου τελευτή, γηραιοῦ μὲν ὄντος ἤδη, παραδόντος δὲ τὴν τῶν πραγμάτων προστασίαν τοῖς παισίν.
arg
ὡς ὁ υἱὸς αὐτοῦ Ἰούδας τοῖς Ἀντιόχου στρατηγοῖς μαχεσάμενος τοὺς Ἰουδαίους εἰς τὴν πάτριον ἐπανήγαγε πολιτείαν καὶ ἀρχιερεὺς ἀπεδείχθη ὑπὸ τοῦ λαοῦ.
arg
ὡς ὁ Ἀντιόχου στρατηγὸς Ἀπολλώνιος εἰς τὴν Ἰουδαίαν ἐμβαλὼν ἡττηθεὶς ἀπέθανεν.
arg
ἡ Σαΐωνος καὶ Γοργίου στρατεία ἐπὶ τὴν Ἰουδαίαν καὶ ἧττα καὶ διαφορὰ τοῦ στρατοῦ.
arg
ὅτι στρατευσάμενος Ἰούδας ἐπὶ Ἀμμανίτας καὶ εἰς τὴν Γαλαδῖτιν ἐνίκησεν.
arg
ὡς Σίμων ὁ ἀδελφὸς αὐτοῦ στρατευσάμενος ἐπὶ Τυρίους καὶ Πτολεμαεῖς ἐκράτησεν αὐτῶν.
arg
Λυσίου στρατεία τοῦ Ἀντιόχου στρατηγοῦ ἐπὶ Ἰουδαίους καὶ ἧττα.
arg
ὡς Ἀντίοχος ὁ Ἐπιφανὴς ἐτελεύτησεν ἐν Πέρσαις.
arg
ὡς Ἀντίοχος ὁ ἐπικληθεὶς Εὐπάτωρ στρατευσάμενος ἐπὶ Ἰουδαίους μετὰ Λυσίου καὶ νικήσας ἐπολιόρκει Ἰούδαν εἰς τὸ ἱερὸν ἐγκλείσας.
arg
ὅτι πολλοῦ χρόνου τῇ πολιορκίᾳ τριβομένου φιλίαν ποιησάμενος πρὸς Ἰούδαν εὐπρεπῶς ἀνεχώρησεν ἐκ τῆς Ἰουδαίας Ἀντίοχος.
arg
ὡς Βακχίδης ὁ Δημητρίου στρατηγὸς ἐπιστρατευσάμενος τοῖς Ἰουδαίοις ἄπρακτος ἀνέστρεψε πρὸς τὸν βασιλέα.