Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 12

65 τριγώνων γὰρ ὄντων αὐτῶν ἑκάστη γωνία τὴν αὐτὴν τῆς ἐκτυπώσεως εἶχεν διάθεσιν, ὡς στρεφομένων αὐτῶν μίαν καὶ μὴ διάφορον τὴν ἰδέαν αὐτοῖς συμπεριφέρεσθαι. τῆς δὲ στεφάνης τὸ μὲν ὑπὸ τὴν τράπεζαν ἐκκεκλιμένον ὡραίαν εἶχεν τὴν ἀποτύπωσιν, τὸ δʼ ἔξωθεν περιηγμένον ἔτι μᾶλλον τῷ κάλλει τῆς ἐργασίας ἦν ἐκπεπονημένον, ὡς ὑπʼ ὄψιν καὶ θεωρίαν ἐρχόμενον.
66 διὸ καὶ τὴν μὲν ὑπεροχὴν ἀμφοτέρων τῶν μερῶν ὀξεῖαν συνέβαινε γίγνεσθαι, καὶ μηδεμίαν γωνίαν τριῶν οὐσῶν, ὡς προειρήκαμεν, περὶ τὴν μεταγωγὴν τῆς τραπέζης ἐλάσσονα βλέπεσθαι. ἐνδιέκειντο δὲ ταῖς σχοινίσιν τῆς τορείας λίθοι πολυτελεῖς παράλληλοι περόναις χρυσαῖς διὰ τρημάτων κατειλημμένοι.
67 τὰ δʼ ἐκ πλαγίου τῆς στεφάνης καὶ πρὸς ὄψιν ἀνατείνοντα ὠῶν ἐκ λίθου καλλίστου πεποιημένων θέσει κατακεκόσμητο ῥάβδοις τὴν ἀναγλυφὴν ἐοικότων πυκναῖς, αἳ περὶ τὸν κύκλον τῆς τραπέζης εἴληντο.
68 ὑπὸ δὲ τὴν τῶν ὠῶν διατύπωσιν στέφανον περιήγαγον οἱ τεχνῖται παντοίου καρποῦ φύσιν ἐντετορευμένον, ὡς ἀποκρέμασθαί τε βότρυς καὶ στάχυας ἀναστῆναι καὶ ῥόας ἀποκεκλεῖσθαι. τοὺς δὲ λίθους εἰς πᾶν γένος τῶν προειρημένων καρπῶν, ὡς ἑκάστου τὴν οἰκείαν ἐντετυπῶσθαι χρόαν, ἐξεργασάμενοι συνέδησαν τῷ χρυσῷ περὶ ὅλην τὴν τράπεζαν.
69 ὑπὸ δὲ τὸν στέφανον ὁμοίως ἡ τῶν ὠῶν διάθεσις πεποίητο καὶ ἡ τῆς ῥαβδώσεως ἀναγλυφή, τῆς τραπέζης ἐπʼ ἀμφότερον μέρος ἔχειν τὴν αὐτὴν τῆς ποικιλίας τῶν ἔργων καὶ γλαφυρότητος θέαν κατεσκευασμένης, ὡς καὶ τὴν τῶν ἄλλων κυμάτων θέσιν καὶ τὴν τῆς στεφάνης μηδὲ τῆς τραπέζης ἐφʼ ἕτερον μέρος ἐναλλαττομένης γίγνεσθαι διάφορον, τὴν δʼ αὐτὴν ἄχρι καὶ τῶν ποδῶν ὄψιν τῆς ἐπιτεχνήσεως διατετάσθαι.
70 ἔλασμα γὰρ χρυσοῦ τὸ πλάτος τεσσάρων δακτύλων ποιήσαντες καθʼ ὅλου τοῦ τῆς τραπέζης πλάτους εἰς τοῦτο τοὺς πόδας αὐτῆς ἐνέθεσαν, ἔπειτα περόναις καὶ κατακλεῖσιν αὐτοὺς ἐνέσφιγγον τῇ τραπέζῃ κατὰ τὴν στεφάνην, ἵνα τὴν θέαν τῆς καινουργίας καὶ πολυτελείας, ἐφʼ ᾧ τις ἂν στήσῃ τὴν τράπεζαν μέρει, παρέχωσι τὴν αὐτήν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme