Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 12

79 εἶτα ἐπʼ αὐτῇ μαίανδρος πηχυαῖος τὸ ὕψος ἐξείργαστο κατὰ σύνθεσιν λίθων παντοίων τὴν ἰδέαν, κατʼ αὐτοῦ δὲ ῥάβδωσις ἀναγέγλυπτο, καθʼ ἧς πλέγμα ῥομβωτὸν δικτύοις ἐμφερὲς ἕως τοῦ χείλους ἀνείλκυστο·
80 τὰ δὲ μέσα λίθων ἀσπίδια τετραδακτύλων ἀνεπλήρου τὸ κάλλος. περιεστέφετο δὲ τὰ χείλη τοῦ κρατῆρος κρίνων σμίλαξι καὶ ἀνθεμίσι καὶ βοτρύων σχοινίαις εἰς κύκλον περιηγμέναις.
81 τοὺς μὲν οὖν χρυσέους κρατῆρας δύο χωροῦντας ἑκάτερον ἀμφορέας τοῦτον κατεσκεύασαν τὸν τρόπον, οἱ δʼ ἀργύρεοι τῶν ἐσόπτρων τὴν λαμπρότητα πολὺ διαυγέστεροι γεγόνεισαν, ὡς τρανοτέρας διὰ τούτων τὰς τῶν προσφερομένων ὄψεις ὁρᾶσθαι.
82 προσκατεσκεύασε δὲ τούτοις ὁ βασιλεὺς καὶ φιάλας τριάκοντα, ὧν ὅσα χρυσὸς ἦν ἀλλὰ μὴ λίθῳ πολυτελεῖ διείληπτο, σμίλαξι κισσοῦ καὶ πετάλοις ἀμπέλων ἐσκίαστο φιλοτέχνως ἐντετορευμένων.
83 ταῦτα δʼ ἐγίγνετο μὲν καὶ διὰ τὴν ἐμπειρίαν τῶν ἐργαζομένων θαυμασίων ὄντων περὶ τὴν τέχνην, πολὺ δὲ μᾶλλον ὑπὸ τῆς τοῦ βασιλέως σπουδῆς καὶ φιλοτιμίας διαφερόντως ἀπηρτίζετο·
84 οὐ γὰρ τῆς χορηγίας τὸ ἄφθονον καὶ μεγαλόψυχον τοῖς τεχνίταις παρεῖχεν μόνον, ἀλλὰ καὶ τὸ χρηματίζειν τοῖς δημοσίοις πράγμασιν ἀπειρηκὼς αὐτὸς τοῖς κατασκευάζουσι παρῆν καὶ τὴν ὅλην ἐργασίαν ἐπέβλεπεν. αἴτιον δʼ ἦν τοῦτο τῆς τῶν τεχνιτῶν ἐπιμελείας, οἳ πρὸς τὸν βασιλέα καὶ τὴν τούτου σπουδὴν ἀποβλέποντες φιλοπονώτερον τοῖς ἔργοις προσελιπάρουν.
85 Ταῦτα μὲν τὰ πεμφθέντα εἰς Ἱεροσόλυμα ὑπὸ Πτολεμαίου ἀναθήματα. ὁ δʼ ἀρχιερεὺς Ἐλεάζαρος ἀναθεὶς αὐτὰ καὶ τιμήσας τοὺς κομίσαντας καὶ δῶρα τῷ βασιλεῖ δοὺς κομίζειν ἀπέλυσε πρὸς τὸν βασιλέα.
86 παραγενομένων δʼ εἰς τὴν Ἀλεξάνδρειαν ἀκούσας Πτολεμαῖος τὴν παρουσίαν αὐτῶν καὶ τοὺς ἑβδομήκοντα τῶν πρεσβυτέρων ἐληλυθότας, εὐθὺς μεταπέμπεται τὸν Ἀνδρέαν καὶ τὸν Ἀρισταῖον τοὺς πρέσβεις. οἱ δʼ ἀφικόμενοι τάς τε ἐπιστολάς, ἃς ἐκόμιζον αὐτῷ παρὰ τοῦ ἀρχιερέως, ἀπέδοσαν καὶ ὅσα φράζειν ἀπὸ λόγων ὑπέθετο ταῦτα ἐδήλωσαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme