Book 12
87
σπεύδων δʼ ἐντυχεῖν τοῖς ἀπὸ τῶν Ἱεροσολύμων πρεσβύταις ἥκουσιν ἐπὶ τὴν ἑρμηνείαν τῶν νόμων, τοὺς μὲν ἄλλους οὓς χρειῶν ἕνεκα παρεῖναι συνέβαινεν ἐκέλευσεν ἀπολῦσαι, παράδοξον τοῦτο ποιῶν καὶ παρὰ τὸ ἔθος·
88
οἱ μὲν γὰρ ὑπὸ τοιούτων αἰτιῶν ἀχθέντες διὰ πέμπτης ἡμέρας αὐτῷ προσῄεσαν, οἱ δὲ πρεσβεύοντες διὰ μηνός· τότε τοίνυν ἀπολύσας ἐκείνους τοὺς πεμφθέντας ὑπὸ Ἐλεαζάρου περιέμενεν.
89
ὡς δὲ παρῆλθον μετὰ καὶ τῶν δώρων οἱ γέροντες, ἃ τῷ βασιλεῖ κομίσαι ὁ ἀρχιερεὺς αὐτοῖς ἔδωκεν, καὶ τῶν διφθερῶν, αἷς ἐγγεγραμμένους εἶχον τοὺς νόμους χρυσοῖς γράμμασιν, ἐπηρώτησεν αὐτοὺς περὶ τῶν βιβλίων.
90
ὡς δʼ ἀποκαλύψαντες τῶν ἐνειλημάτων ἐπέδειξαν αὐτῷ, θαυμάσας ὁ βασιλεὺς τῆς ἰσχνότητος τοὺς ὑμένας καὶ τῆς συμβολῆς τὸ ἀνεπίγνωστον, οὕτως γὰρ ἥρμοστο, καὶ τοῦτο ποιήσας χρόνῳ πλείονι χάριν ἔχειν εἶπεν αὐτοῖς τε ἐλθοῦσιν καὶ μείζονα τῷ πέμψαντι, πρὸ δὲ πάντων τῷ θεῷ, οὗ τοὺς νόμους εἶναι συμβέβηκεν.
91
ἐκβοησάντων δʼ ὑφʼ ἓν καὶ τῶν πρεσβυτέρων καὶ τῶν συμπαρόντων γίγνεσθαι τὰ ἀγαθὰ τῷ βασιλεῖ διʼ ὑπερβολὴν ἡδονῆς εἰς δάκρυα προύπεσεν, φύσει τῆς μεγάλης χαρᾶς πασχούσης καὶ τὰ τῶν λυπηρῶν σύμβολα.
92
κελεύσας δὲ τὰ βιβλία δοῦναι τοῖς ἐπὶ τῆς τάξεως τότε τοὺς ἄνδρας ἠσπάσατο, δίκαιον εἰπὼν εἶναι πρῶτον περὶ ὧν αὐτοὺς μετεπέμψατο ποιησάμενον τοὺς λόγους ἔπειτα κἀκείνους προσειπεῖν. τὴν μέντοι γε ἡμέραν, καθʼ ἣν ἦλθον πρὸς αὐτόν, ἐπιφανῆ ποιήσειν καὶ κατὰ πᾶν ἔτος ἐπίσημον εἰς ὅλον τὸν τῆς ζωῆς χρόνον ἐπηγγέλλετο·
93
ἔτυχεν γὰρ ἡ αὐτὴ εἶναι τῆς παρουσίας αὐτοῖς καὶ τῆς νίκης, ἣν Ἀντίγονον ναυμαχῶν ἐνίκησεν· συνεστιαθῆναί τε ἐκέλευσεν αὐτῷ καὶ καταλύσεις προσέταξεν αὐτοῖς δοθῆναι τὰς καλλίστας πρὸς τῇ ἄκρᾳ.
94
Ὁ δὲ ἐπὶ τῆς τῶν ξένων ἀποδοχῆς τεταγμένος Νικάνωρ Δωρόθεον καλέσας, ὃς εἶχεν τὴν περὶ τούτων πρόνοιαν, ἐκέλευεν ἑτοιμάζειν ἑκάστῳ τὰ δέοντα πρὸς τὴν δίαιταν. διετέτακτο δὲ τοῦτον ὑπὸ τοῦ βασιλέως τὸν τρόπον·