Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 12

123 οὐδενὸς αὐτοὺς τῶν ὑπαρχόντων κατὰ τὴν προειρημένην πολιτείαν ἀφείλοντο· ἅμα γὰρ καὶ τῆς πρότερον ὀργῆς καὶ τῆς τῶν Ἀλεξανδρέων καὶ Ἀντιοχέων δήμων μεγίστων παρακλήσεως ἐκράτησαν,
124 ὥστε μηδὲν μήθʼ ὑπὸ τῆς πρὸς τούτους χάριτος μήθʼ ὑπὸ τῆς πρὸς τοὺς πολεμηθέντας μισοπονηρίας ἐνδοῦναι πρὸς τὸ λῦσαί τι τῶν ἀρχαίων τοῖς Ἰουδαίοις φιλανθρώπων, ἀλλὰ τοὺς ἀνταραμένους αὐτοῖς ὅπλα καὶ χωρήσαντας διὰ μάχης δεδωκέναι τιμωρίαν φήσαντες τοὺς οὐδὲν ἐξαμαρτόντας οὐκ ἐδικαίουν ἀποστερεῖν τῶν ὑπαρχόντων.
125 Ὅμοιον δέ τι τούτῳ καὶ Μᾶρκον Ἀγρίππαν φρονήσαντα περὶ τῶν Ἰουδαίων οἴδαμεν· τῶν γὰρ Ἰώνων κινηθέντων ἐπʼ αὐτοὺς καὶ δεομένων τοῦ Ἀγρίππου, ἵνα τῆς πολιτείας, ἣν αὐτοῖς ἔδωκεν Ἀντίοχος ὁ Σελεύκου υἱωνὸς ὁ παρὰ τοῖς Ἕλλησιν Θεὸς λεγόμενος,
126 μόνοι μετέλθωσιν, ἀξιούντων δʼ, εἰ συγγενεῖς εἰσιν αὐτοῖς Ἰουδαῖοι, σέβεσθαι τοὺς αὐτῶν θεούς, καὶ δίκης περὶ τούτων συστάσης ἐνίκησαν οἱ Ἰουδαῖοι τοῖς αὐτῶν ἔθεσι χρῆσθαι συνηγορήσαντος αὐτοῖς Νικολάου τοῦ Δαμασκηνοῦ· ὁ γὰρ Ἀγρίππας ἀπεφήνατο μηδὲν αὐτῷ καινίζειν ἐξεῖναι.
127 τὸ δʼ ἀκριβὲς εἴ τις βούλεται καταμαθεῖν, ἀναγνώτω τοῦ Νικολάου τὴν ἑκατοστὴν καὶ εἰκοστὴν καὶ τρίτην καὶ τετάρτην. περὶ μὲν οὖν τῶν ὑπʼ Ἀγρίππου κριθέντων οὐκ ἔστιν ἴσως θαυμάζειν· οὐ γὰρ ἐπολέμει τότε Ῥωμαίοις τὸ ἡμέτερον ἔθνος·
128 Οὐεσπασιανοῦ δʼ ἄν τις καὶ Τίτου τὴν μεγαλοφροσύνην εἰκότως ἐκπλαγείη μετὰ πολέμους καὶ τηλικούτους ἀγῶνας οὓς ἔσχον πρὸς ἡμᾶς μετριοπαθησάντων. ἐπανάξω δὲ τὸν λόγον ὅθεν ἐπὶ ταῦτʼ ἐξέβην.
129 Τοὺς γὰρ Ἰουδαίους ἐπʼ Ἀντιόχου τοῦ μεγάλου βασιλεύοντος τῆς Ἀσίας ἔτυχεν αὐτούς τε πολλὰ ταλαιπωρῆσαι τῆς γῆς αὐτῶν κακουμένης καὶ τοὺς τὴν κοίλην Συρίαν νεμομένους.
130 πολεμοῦντος γὰρ αὐτοῦ πρὸς τὸν Φιλοπάτορα Πτολεμαῖον καὶ πρὸς τὸν υἱὸν αὐτοῦ Πτολεμαῖον ἐπικληθέντα δὲ Ἐπιφανῆ, κακοπαθεῖν συνέβαινεν αὐτοῖς καὶ νικῶντος καὶ πταίοντος ταὐτὰ πάσχειν, ὥστʼ οὐδὲν ἀπέλειπον χειμαζομένης νεὼς καὶ πονουμένης ὑπὸ τοῦ κλύδωνος ἑκατέρωθεν μεταξὺ τῆς εὐπραγίας τῆς Ἀντιόχου καὶ τῆς ἐπὶ θάτερον αὐτοῦ τροπῆς τῶν πραγμάτων κείμενοι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme