Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 12

8 ἐπεγνωκὼς δὲ τοὺς ἀπὸ τῶν Ἱεροσολύμων περί τε τὴν τῶν ὅρκων φυλακὴν καὶ τὰς πίστεις βεβαιοτάτους ὑπάρχοντας ἐξ ὧν ἀπεκρίναντο Ἀλεξάνδρῳ πρεσβευσαμένῳ πρὸς αὐτοὺς μετὰ τὸ κρατῆσαι Δαρείου τῇ μάχῃ, πολλοὺς αὐτῶν εἰς τὰ φρούρια καταλοχίσας καὶ τοῖς Μακεδόσιν ἐν Ἀλεξανδρείᾳ ποιήσας ἰσοπολίτας ὅρκους ἔλαβεν παρʼ αὐτῶν, ὅπως τοῖς ἐκγόνοις τοῦ παραθεμένου τὴν πίστιν διαφυλάξωσιν.
9 οὐκ ὀλίγοι δʼ οὐδὲ τῶν ἄλλων Ἰουδαίων εἰς τὴν Αἴγυπτον παρεγίγνοντο τῆς τε ἀρετῆς τῶν τόπων αὐτοὺς καὶ τῆς τοῦ Πτολεμαίου φιλοτιμίας προκαλουμένης.
10 στάσεις μέντοι γε τοῖς ἐκγόνοις αὐτῶν πρὸς τοὺς Σαμαρείτας τὴν πάτριον ἀγωγὴν τῶν ἐθῶν ἀποσώζειν προαιρουμένοις ἐγίγνοντο καὶ πρὸς ἀλλήλους ἐπολέμουν, τῶν μὲν Ἱεροσολυμιτῶν τὸ παρʼ αὐτοῖς ἱερὸν ἅγιον εἶναι λεγόντων καὶ τὰς θυσίας ἐκεῖ πέμπειν ἀξιούντων, τῶν δὲ Σικιμιτῶν εἰς τὸ Γαριζεὶν ὄρος κελευόντων.
11 Βασιλεύσαντος δὲ Ἀλεξάνδρου ἔτη δώδεκα καὶ μετʼ αὐτὸν Πτολεμαίου τοῦ Σωτῆρος τεσσαράκοντα καὶ ἕν, ἔπειτα τὴν βασιλείαν τῆς Αἰγύπτου παραλαβὼν ὁ Φιλάδελφος καὶ κατασχὼν αὐτὴν ἐπʼ ἔτη ἑνὸς δέοντα τεσσαράκοντα τόν τε νόμον ἡρμήνευσε καὶ τοὺς δουλεύοντας ἐν Αἰγύπτῳ τῶν Ἱεροσολυμιτῶν ἀπέλυσε τῆς δουλείας ὄντας περὶ δώδεκα μυριάδας ἐξ αἰτίας τοιαύτης·
12 Δημήτριος ὁ Φαληρεύς, ὃς ἦν ἐπὶ τῶν βιβλιοθηκῶν τοῦ βασιλέως, σπουδάζων εἰ δυνατὸν εἴη πάντα τὰ κατὰ τὴν οἰκουμένην συναγαγεῖν βιβλία καὶ συνωνούμενος, εἴ τι που μόνον ἀκούσειε σπουδῆς ἄξιον ὄν, τῇ τοῦ βασιλέως προαιρέσει, μάλιστα γὰρ τὰ περὶ τὴν συλλογὴν τῶν βιβλίων εἶχεν φιλοκάλως, συνηγωνίζετο.
13 ἐρομένου δʼ αὐτόν ποτε τοῦ Πτολεμαίου, πόσας ἤδη μυριάδας ἔχοι συνειλεγμένας βιβλίων, τῶν μὲν ὑπαρχόντων εἶπεν εἶναι περὶ εἴκοσι, ὀλίγου δὲ χρόνου εἰς πεντήκοντα συναθροίσειν.
14 μεμηνῦσθαι δʼ ἔλεγεν αὐτῷ πολλὰ εἶναι καὶ παρὰ Ἰουδαίοις τῶν παρʼ αὐτοῖς νομίμων συγγράμματα σπουδῆς ἄξια καὶ τῆς βασιλέως βιβλιοθήκης, ἃ τοῖς ἐκείνων χαρακτῆρσιν καὶ τῇ διαλέκτῳ γεγραμμένα πόνον αὐτοῖς οὐκ ὀλίγον παρέξειν εἰς τὴν Ἑλληνικὴν μεταβαλλόμενα γλῶτταν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme