Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 12

205 ὁ δὲ Πτολεμαῖος πέμψας πρὸς τὸν Ὑρκανὸν θαυμάζειν ἔλεγεν, πῶς ἀποσταλεὶς πρὸς αὐτὸν ὑπὸ τοῦ πατρὸς οὔτε ὀφθείη αὐτῷ καὶ προσέτι δήσειεν τὸν οἰκονόμον·
206 ἐλθόντα οὖν τὴν αἰτίαν αὐτῷ μηνύειν ἐκέλευσεν. τὸν δέ φασιν ἀποκρίνασθαι τῷ παρὰ τοῦ βασιλέως λέγειν αὐτῷ, ὅτι νόμος ἐστὶ παρʼ αὐτῷ κωλύων τὸν γεννηθέντα γεύσασθαι θυσιῶν, πρὶν εἰς τὸ ἱερὸν ἔλθῃ καὶ θύσῃ τῷ θεῷ· κατὰ δὴ τοῦτον τὸν λογισμὸν οὐδʼ αὐτὸς ἐλθεῖν πρὸς αὐτὸν περιμένων τὰ δῶρα κομίσαι τοῦ πατρὸς εὐεργέτῃ γεγενημένῳ.
207 τὸν δὲ δοῦλον κολάσαι παρακούσαντα ὧν προσέταξεν· διαφέρειν γὰρ οὐδὲν ἢ μικρὸν εἶναί τινα δεσπότην ἢ μέγαν· ἂν οὖν μὴ κολάζωμεν τοὺς τοιούτους, καὶ σὺ προσδόκα ὑπὸ τῶν ἀρχομένων καταφρονηθήσεσθαι. ταῦτʼ ἀκούσας ὁ Πτολεμαῖος εἰς γέλωτα ἐτράπη καὶ τὴν μεγαλοφροσύνην τοῦ παιδὸς ἐθαύμασεν.
208 Μαθὼν δὲ ὁ Ἀρίων, ὅτι τοῦτον ὁ βασιλεὺς διετέθη τὸν τρόπον καὶ μηδεμία βοήθειά ἐστιν αὐτῷ, δοὺς τὰ χίλια τάλαντα τῷ παιδὶ τῶν δεσμῶν ἀπελύθη. καὶ τρεῖς διαλιπὼν ἡμέρας ὁ Ὑρκανὸς ἠσπάσατο τοὺς βασιλέας.
209 οἱ δὲ ἀσμένως αὐτὸν εἶδον καὶ φιλοφρόνως εἱστίασαν διὰ τὴν πρὸς τὸν πατέρα τιμήν. λάθρα δὲ πρὸς τοὺς ἐμπόρους ἀπελθὼν ὠνεῖται παρʼ αὐτῶν παῖδας μὲν ἑκατὸν γράμματα ἐπισταμένους καὶ ἀκμαιοτάτους, ἑνὸς ἕκαστον ταλάντου, ἑκατὸν δὲ παρθένους τῆς αὐτῆς τιμῆς ἑκάστην.
210 κληθεὶς δʼ ἐφʼ ἑστίασιν πρὸς τὸν βασιλέα μετὰ τῶν πρώτων τῆς χώρας ὑποκατακλίνεται πάντων, καταφρονηθεὶς ὡς παῖς ἔτι τὴν ἡλικίαν ὑπὸ τῶν τοὺς τόπους κατὰ τὴν ἀξίαν διανεμόντων.
211 τῶν δὲ συγκατακειμένων πάντων τῶν μερῶν τὰ ὀστᾶ, ἀφῄρουν γὰρ αὐτοὶ τὰς σάρκας, σωρευόντων ἔμπροσθεν τοῦ Ὑρκανοῦ, ὡς πληρῶσαι τὴν παρακειμένην αὐτῷ τράπεζαν,
212 Τρύφων ὃς ἦν τοῦ βασιλέως ἄθυρμα καὶ πρὸς τὰ σκώμματα καὶ τοὺς ἐν τοῖς πότοις γέλωτας ἀπεδέδεικτο, παρακαλεσάντων αὐτὸν τῶν κατακειμένων τῇ τραπέζῃ παρεστὼς τῷ βασιλεῖ, ὁρᾷς, εἶπεν, ὦ δέσποτα, τὰ παρακείμενα Ὑρκανῷ ὀστᾶ; ἐκ τούτου στόχασαι, ὅτι καὶ ὁ πατὴρ αὐτοῦ τὴν Συρίαν ἅπασαν περιέδυσεν ὡς οὗτος ταῦτα τῶν σαρκῶν ἐγύμνωσεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme