Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 12

220 τιμήσας οὖν αὐτὸν φιλοτιμότατα καὶ δωρεὰς δοὺς λαμπρὰς καὶ τῷ τε πατρὶ γράψας καὶ τοῖς ἀδελφοῖς καὶ πᾶσι τοῖς ἡγεμόσιν αὐτοῦ καὶ ἐπιτρόποις ἐξέπεμψεν.
221 ἀκούσαντες δὲ οἱ ἀδελφοὶ τούτων τετυχηκότα τὸν Ὑρκανὸν παρὰ τοῦ βασιλέως καὶ μετὰ μεγάλης ἐπανερχόμενον τιμῆς, ἐξῆλθον ὑπαντησόμενοι καὶ διαφθεροῦντες αὐτὸν καὶ τοῦ πατρὸς εἰδότος· ὀργιζόμενος γὰρ αὐτῷ ἕνεκεν τῶν εἰς τὰς δωρεὰς χρημάτων οὐκ ἐφρόντιζεν τῆς σωτηρίας αὐτοῦ. τὴν ὀργὴν μέντοι τὴν πρὸς τὸν υἱὸν ὁ Ἰώσηπος ἀπεκρύπτετο φοβούμενος τὸν βασιλέα.
222 συμβαλόντων δʼ αὐτῷ τῶν ἀδελφῶν εἰς μάχην ἄλλους τε τῶν σὺν αὐτοῖς πολλοὺς ἀπέκτεινεν καὶ δύο τῶν ἀδελφῶν, οἱ δὲ λοιποὶ διεσώθησαν εἰς Ἱεροσόλυμα πρὸς τὸν πατέρα. παραγενόμενον δʼ αὐτὸν εἰς τὴν πόλιν ἐπεὶ μηδεὶς ἐδέχετο, δείσας ἀνεχώρησεν εἰς τὴν πέραν τοῦ Ἰορδάνου ποταμοῦ κἀκεῖ διέτριβεν φορολογῶν τοὺς βαρβάρους.
223 Ἐβασίλευσεν δὲ κατʼ ἐκεῖνον τὸν καιρὸν τῆς Ἀσίας Σέλευκος ὁ Σωτὴρ ἐπικαλούμενος υἱὸς ὢν Ἀντιόχου τοῦ μεγάλου.
224 τελευτᾷ δὲ καὶ ὁ τοῦ Ὑρκανοῦ πατὴρ Ἰώσηπος ἀνὴρ ἀγαθὸς γενόμενος καὶ μεγαλόφρων, καὶ τὸν τῶν Ἰουδαίων λαὸν ἐκ πτωχείας καὶ πραγμάτων ἀσθενῶν εἰς λαμπροτέρας ἀφορμὰς τοῦ βίου καταστήσας, εἴκοσι ἔτη καὶ δύο τὰ τέλη τῆς Συρίας καὶ τῆς Φοινίκης καὶ Σαμαρείας κατασχών. ἀπέθανεν δὲ καὶ ὁ θεῖος αὐτοῦ Ὀνίας τὴν ἀρχιερωσύνην Σίμωνι τῷ παιδὶ καταλιπών.
225 Τελευτήσαντος δὲ καὶ τούτου ὁ υἱὸς αὐτοῦ διάδοχος τῆς τιμῆς Ὀνίας γίνεται, πρὸς ὃν ὁ Λακεδαιμονίων βασιλεὺς Ἄρειος πρεσβείαν τε ἔπεμψεν καὶ ἐπιστολάς, ὧν τὸ ἀντίγραφόν ἐστι τοιοῦτο· βασιλεὺς Λακεδαιμονίων Ἄρειος Ὀνίᾳ χαίρειν.
226 ἐντυχόντες γραφῇ τινι εὕρομεν, ὡς ἐξ ἑνὸς εἶεν γένους Ἰουδαῖοι καὶ Λακεδαιμόνιοι καὶ ἐκ τῆς πρὸς Ἄβραμον οἰκειότητος. δίκαιον οὖν ἐστιν ἀδελφοὺς ὑμᾶς ὄντας διαπέμπεσθαι πρὸς ἡμᾶς περὶ ὧν ἂν βούλησθε.
227 ποιήσομεν δὲ καὶ ἡμεῖς τοῦτο, καὶ τά τε ὑμέτερα ἴδια νομιοῦμεν καὶ τὰ αὑτῶν κοινὰ πρὸς ὑμᾶς ἕξομεν. Δημοτέλης ὁ φέρων τὰ γράμματα διαπέμπει τὰς ἐπιστολάς. τὰ γεγραμμένα ἐστὶν τετράγωνα· ἡ σφραγίς ἐστιν ἀετὸς δράκοντος ἐπειλημμένος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme