Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 12

236 Ὑρκανὸς δὲ ὁρῶν μεγάλην δύναμιν ἔχοντα τὸν Ἀντίοχον καὶ δείσας, μὴ συλληφθεὶς ὑπʼ αὐτοῦ κολασθῇ διὰ τὰ πρὸς τοὺς Ἄραβας αὐτῷ πεπραγμένα, τελευτᾷ τὸν βίον αὐτόχειρ αὐτοῦ γενόμενος. τὴν δʼ οὐσίαν αὐτοῦ πᾶσαν Ἀντίοχος λαμβάνει.
237 Ὑπὸ δὲ τὸν αὐτὸν καιρὸν ἀποθανόντος καὶ Ὀνίου τοῦ ἀρχιερέως τῷ ἀδελφῷ αὐτοῦ Ἰησοῦ τὴν ἀρχιερωσύνην Ἀντίοχος δίδωσιν· ὁ γὰρ παῖς, ὃν Ὀνίας καταλελοίπει, ἔτι νήπιος ἦν. δηλώσομεν δὲ τὰ περὶ τοῦ παιδὸς τούτου κατὰ χώραν ἕκαστα.
238 Ἰησοῦς δέ, οὗτος γὰρ ἦν ὁ τοῦ Ὀνίου ἀδελφός, τὴν ἀρχιερωσύνην ἀφῃρέθη προσοργισθέντος αὐτῷ τοῦ βασιλέως καὶ δόντος αὐτὴν τῷ νεωτάτῳ αὐτοῦ ἀδελφῷ Ὀνίᾳ τοὔνομα. Σίμωνι γὰρ οὗτοι τρεῖς ἐγένοντο παῖδες, καὶ εἰς τοὺς τρεῖς ἧκεν ἡ ἀρχιερωσύνη, καθὼς δεδηλώκαμεν.
239 ὁ μὲν οὖν Ἰησοῦς Ἰάσονα αὑτὸν μετωνόμασεν, ὁ δὲ Ὀνίας ἐκλήθη Μενέλαος. στασιάσαντος οὖν τοῦ προτέρου ἀρχιερέως Ἰησοῦ πρὸς τὸν μετὰ ταῦτα κατασταθέντα Μενέλαον καὶ τοῦ πλήθους διανεμηθέντος εἰς ἑκατέρους, ἐκ τῆς Μενελάου μοίρας οἱ Τωβίου παῖδες ἐγένοντο,
240 τὸ δὲ πλέον τοῦ λαοῦ τῷ Ἰάσονι συνελάμβανεν, ὑφʼ οὗ καὶ πονούμενοι ὅ τε Μενέλαος καὶ οἱ παῖδες οἱ τοῦ Τωβίου πρὸς Ἀντίοχον ἀνεχώρησαν δηλοῦντες αὐτῷ, ὅτι βούλονται τοὺς πατρίους νόμους καταλιπόντες καὶ τὴν κατʼ αὐτοὺς πολιτείαν ἕπεσθαι τοῖς βασιλικοῖς καὶ τὴν Ἑλληνικὴν πολιτείαν ἔχειν.
241 παρεκάλεσαν οὖν αὐτὸν ἐπιτρέψαι αὐτοῖς οἰκοδομῆσαι γυμνάσιον ἐν Ἱεροσολύμοις. συγχωρήσαντος δὲ καὶ τὴν τῶν αἰδοίων περιτομὴν ἐπεκάλυψαν, ὡς ἂν εἶεν καὶ τὰ περὶ τὴν ἀπόδυσιν Ἕλληνες, τά τε ἄλλα πάνθʼ ὅσα ἦν αὐτοῖς πάτρια παρέντες ἐμιμοῦντο τὰ τῶν ἄλλων ἐθνῶν ἔργα.
242 Ἀντίοχος δὲ τῆς βασιλείας αὐτῷ χωρούσης κατὰ τρόπον ἐπὶ τὴν Αἴγυπτον διέγνω στρατεύσασθαι, πόθον αὐτῆς λαβὼν καὶ διὰ τὸ τῶν Πτολεμαίου παίδων καταφρονεῖν ἀσθενῶν ἔτι τυγχανόντων καὶ μηδέπω πράγματα τηλικαῦτα διέπειν δυναμένων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme