Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 12

263 ἐπεὶ οὖν συμβουλευομένοις ἡμῖν μετὰ τῶν φίλων παρέστησαν οἱ πεμφθέντες ὑπʼ αὐτῶν, ὅτι μηδὲν τοῖς τῶν Ἰουδαίων ἐγκλήμασι προσήκουσιν, ἀλλὰ τοῖς Ἑλληνικοῖς ἔθεσιν αἱροῦνται χρώμενοι ζῆν, ἀπολύομέν τε αὐτοὺς τῶν αἰτιῶν, καὶ τὸ παρʼ αὐτοῖς ἱερόν, καθάπερ ἠξιώκασι, προσαγορευθήτω Διὸς Ἑλληνίου.
264 ταῦτα δὲ καὶ Ἀπολλωνίῳ τῷ μεριδάρχῃ ἐπέστειλεν ἕκτῳ ἔτει καὶ τεσσαρακοστῷ μηνὸς Ἑκατομβαιῶνος Ὑρκανίου ὀκτωκαιδεκάτῃ.
265 Κατὰ δὲ τὸν αὐτὸν καιρὸν ἦν τις οἰκῶν ἐν Μωδαῒ κώμῃ τῆς Ἰουδαίας, ὄνομα Ματταθίας, υἱὸς Ἰωάννου τοῦ Συμεῶνος τοῦ Ἀσαμωναίου, ἱερεὺς ἐξ ἐφημερίδος Ἰώαβος, Ἱεροσολυμίτης.
266 ἦσαν δʼ αὐτῷ υἱοὶ πέντε, Ἰωάννης ὁ καλούμενος Γάδδης καὶ Σίμων ὁ κληθεὶς Θάτις καὶ Ἰούδας ὁ καλούμενος Μακαβαῖος καὶ Ἐλεάζαρος ὁ κληθεὶς Αὐρὰν καὶ Ἰωνάθης ὁ κληθεὶς Ἀφφοῦς.
267 οὗτος οὖν ὁ Ματταθίας ἀπωδύρετο τοῖς τέκνοις τὴν κατάστασιν τῶν πραγμάτων καὶ τήν τε τῆς πόλεως διαρπαγὴν καὶ τοῦ ναοῦ τὴν σύλησιν καὶ τοῦ πλήθους τὰς συμφοράς, ἔλεγέν τε κρεῖττον αὐτοῖς εἶναι ὑπὲρ τῶν πατρίων νόμων ἀποθανεῖν ἢ ζῆν οὕτως ἀσεβῶς.
268 Ἐλθόντων δὲ εἰς τὴν Μωδαῒν κώμην τῶν ὑπὸ τοῦ βασιλέως καθεσταμένων ἐπὶ τῷ ποιεῖν ἀναγκάζειν τοὺς Ἰουδαίους ἃ διετέτακτο καὶ θύειν τοὺς ἐκεῖ κελευόντων, ὡς ὁ βασιλεὺς κελεύσειεν, διά τε τὴν δόξαν τήν τε διὰ τὰ ἄλλα καὶ διὰ τὴν εὐπαιδίαν ἀξιούντων τὸν Ματταθίαν προκατάρχειν τῶν θυσιῶν,
269 κατακολουθήσειν γὰρ αὐτῷ καὶ τοὺς πολίτας, καὶ διὰ τοῦτο τιμηθήσεσθαι πρὸς τοῦ βασιλέως, ὁ Ματταθίας οὐκ ἔφασκεν ποιήσειν, οὐδʼ εἰ τὰ πάντα ἔθνη τοῖς Ἀντιόχου προστάγμασιν ἢ διὰ φόβον ἢ διʼ εὐαρέστησιν ὑπακούει, πεισθήσεσθαί ποτʼ αὐτὸς μετὰ τῶν τέκνων τὴν πάτριον θρησκείαν ἐγκαταλιπεῖν.
270 ὡς δὲ σιωπήσαντος αὐτοῦ προσελθών τις τῶν Ἰουδαίων ἔθυσεν εἰς μέσον καθʼ ἃ προσέταξεν Ἀντίοχος, θυμωθεὶς ὁ Ματταθίας ὥρμησεν ἐπʼ αὐτὸν μετὰ τῶν παίδων ἐχόντων κοπίδας καὶ αὐτόν τε ἐκεῖνον διέφθειρεν καὶ τὸν στρατηγὸν τοῦ βασιλέως Ἀπελλῆν, ὃς ἐπηνάγκαζεν, διεχρήσατο μετʼ ὀλίγων στρατιωτῶν,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme