Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 12

328 καὶ τοῖς Ἠσαῦ υἱοῖς Ἰδουμαίοις ἐπιπεσὼν κατὰ τὴν Ἀκραβατηνὴν πολλοὺς αὐτῶν ἀπέκτεινεν καὶ ἐσκύλευσεν. συγκλείσας δὲ καὶ τοὺς υἱοὺς τοῦ Βαάνου λοχῶντας τοὺς Ἰουδαίους περικαθίσας ἐπολιόρκει καὶ τούς τε πύργους αὐτῶν ἐνεπίμπρα καὶ τοὺς ἄνδρας διέφθειρεν.
329 ἔπειτʼ ἐκεῖθεν ἐπὶ τοὺς Ἀμμανίτας ἐξώρμησεν δύναμιν μεγάλην καὶ πολυάνθρωπον ἔχοντας, ὧν ἡγεῖτο Τιμόθεος. χειρωσάμενος δὲ καὶ τούτους τὴν Ἰαζωρῶν ἐξαιρεῖ πόλιν, καὶ τάς τε γυναῖκας αὐτῶν καὶ τὰ τέκνα λαβὼν αἰχμαλώτους καὶ τὴν πόλιν ἐμπρήσας εἰς τὴν Ἰουδαίαν ὑπέστρεψεν.
330 μαθόντα δʼ αὐτὸν τὰ γειτονεύοντα τῶν ἐθνῶν ἀνεστροφότα συναθροίζεται εἰς τὴν Γαλαδηνὴν ἐπὶ τοὺς ἐν τοῖς ὅροις αὐτῶν Ἰουδαίους. οἱ δὲ καταφυγόντες εἰς Διάθημα τὸ φρούριον πέμψαντες πρὸς Ἰούδαν ἐδήλουν αὐτῷ, ὅτι λαβεῖν ἐσπούδακεν Τιμόθεος τὸ χωρίον, εἰς ὃ συνεπεφεύγεσαν.
331 ἀναγινωσκομένων δὲ τῶν ἐπιστολῶν τούτων κἀκ τῆς Γαλιλαίας ἄγγελοι παραγίγνονται σημαίνοντες ἐπισυνῆχθαι τοὺς ἐκ Πτολεμαΐδος καὶ Τύρου καὶ Σιδῶνος καὶ τῶν ἄλλων ἐθνῶν τῆς Γαλιλαίας.
332 Πρὸς οὖν ἀμφοτέρας τὰς τῶν ἠγγελμένων χρείας σκεψάμενος Ἰούδας ὅ τι χρὴ ποιεῖν, Σίμωνα μὲν τὸν ἀδελφὸν προσέταξεν ὡς τρισχιλίους τῶν ἐπιλέκτων λαβόντα τοῖς ἐν Γαλιλαίᾳ βοηθὸν ἐξελθεῖν Ἰουδαίοις.
333 αὐτὸς δὲ καὶ Ἰωνάθης ὁ ἕτερος ἀδελφὸς μετʼ ὀκτακισχιλίων στρατιωτῶν ὥρμησαν εἰς τὴν Γαλαδῖτιν· κατέλιπεν δʼ ἐπὶ τῶν ὑπολοίπων τῆς δυνάμεως Ἰώσηπόν τε τὸν Ζαχαρία καὶ Ἀζαρίαν προστάξας αὐτοῖς φυλάττειν ἐπιμελῶς τὴν Ἰουδαίαν καὶ συνάπτειν πόλεμον πρὸς μηδένα, ἕως ἂν αὐτὸς ἐπανέλθῃ.
334 ὁ μὲν οὖν Σίμων παραγενόμενος εἰς τὴν Γαλιλαίαν καὶ συμβαλὼν τοῖς ἐχθροῖς εἰς φυγὴν αὐτοὺς ἔτρεψεν καὶ μέχρι τῶν πυλῶν τῆς Πτολεμαΐδος διώξας ἀπέκτεινεν αὐτῶν ὡς περὶ τρισχιλίους, καὶ τά τε σκῦλα λαβὼν τῶν ἀνῃρημένων καὶ τοὺς αἰχμαλώτους Ἰουδαίους καὶ τὴν ἀποσκευὴν αὐτῶν ἐπαγόμενος εἰς τὴν οἰκείαν πάλιν ἀνέστρεψεν.
335 Ἰούδας δὲ ὁ Μακαβαῖος καὶ ὁ ἀδελφὸς αὐτοῦ Ἰωνάθης διαβάντες τὸν Ἰορδάνην ποταμὸν καὶ ὁδὸν ἀπʼ αὐτοῦ τριῶν ἀνύσαντες ἡμερῶν τοῖς Ναβαταίοις εἰρηνικῶς ὑπαντῶσιν περιτυγχάνουσιν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme