Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 12

336 ὧν διηγησαμένων τὰ περὶ τοὺς ἐν τῇ Γαλάτιδι, ὡς πολλοὶ κακοπαθοῦσιν αὐτῶν ἐν τοῖς φρουρίοις ἀπειλημμένοι καὶ ταῖς πόλεσιν τῆς Γαλάτιδος, καὶ παραινεσάντων αὐτῷ σπεύδειν ἐπὶ τοὺς ἀλλοφύλους καὶ ζητεῖν ἀπʼ αὐτῶν σώζειν τοὺς ὁμοεθνεῖς, πεισθεὶς ὑπέστρεψεν εἰς τὴν ἔρημον, καὶ προσπεσὼν πρώτοις τοῖς τὴν Βοσόραν κατοικοῦσιν καὶ λαβὼν αὐτὴν καταβαλὼν πᾶν τὸ ἄρρεν καὶ μάχεσθαι δυνάμενον διέφθειρεν καὶ τὴν πόλιν ὑφῆψεν.
337 ἐπιγενομένης δὲ νυκτὸς οὐδʼ οὕτως ἐπέσχεν, ἀλλʼ ὁδεύσας διʼ αὐτῆς ἐπὶ τὸ φρούριον, ἔνθα τοὺς Ἰουδαίους ἐγκεκλεῖσθαι συνέβαινεν περικαθεζομένου τὸ χωρίον Τιμοθέου μετὰ τῆς δυνάμεως, ἕωθεν ἐπʼ αὐτὸ παραγίνεται.
338 καὶ καταλαβὼν ἤδη τοῖς τείχεσι προσβεβληκότας τοὺς πολεμίους καὶ τοὺς μὲν κλίμακας, ὥστε ἀναβαίνειν ἐπʼ αὐτά, τοὺς δὲ μηχανήματα προσφέροντας, κελεύσας τὸν σαλπικτὴν σημῆναι καὶ παρορμήσας τοὺς στρατιώτας ὑπὲρ ἀδελφῶν καὶ συγγενῶν διακινδυνεῦσαι προθύμως, εἰς τρία διελὼν τὸν στρατὸν ἐπιπίπτει κατὰ νώτου τοῖς πολεμίοις.
339 οἱ δὲ περὶ τὸν Τιμόθεον αἰσθόμενοι, ὅτι Μακαβαῖος εἴη, πεῖραν ἤδη καὶ πρότερον αὐτοῦ τῆς ἀνδρείας καὶ τῆς ἐν τοῖς πολέμοις εὐτυχίας εἰληφότες φυγῇ χρῶνται· ἐφεπόμενος δὲ μετὰ τοῦ στρατεύματος ὁ Ἰούδας ἀναιρεῖ μὲν αὐτῶν ὡς ὀκτακισχιλίους,
340 ἀπονεύσας δʼ εἰς Μελλὰ πόλιν οὕτως λεγομένην τῶν ἀλλοφύλων λαμβάνει καὶ ταύτην καὶ τοὺς μὲν ἄρρενας ἅπαντας ἀποκτείνει, τὴν δὲ πόλιν αὐτὴν ἐμπίπρησιν. ἄρας δʼ ἐκεῖθεν τήν τε Χασφομάκη καὶ Βοσὸρ καὶ πολλὰς ἄλλας πόλεις τῆς Γαλάτιδος καταστρέφεται.
341 Χρόνῳ δʼ ὕστερον οὐ πολλῷ Τιμόθεος δύναμιν μεγάλην παρασκευασάμενος καὶ συμμάχους ἄλλους τε παραλαβὼν καὶ Ἀράβων τινὰς μισθῷ πείσας αὐτῷ συστρατεύειν ἧκεν ἄγων τὴν στρατιὰν πέραν τοῦ χειμάρρου Ῥομφῶν ἄντικρυς· πόλις δʼ ἦν αὕτη·
342 καὶ παρεκελεύετο τοὺς στρατιώτας, εἰ συμβάλοιεν εἰς μάχην τοῖς Ἰουδαίοις, προθύμως ἀγωνίζεσθαι καὶ κωλύειν αὐτοὺς διαβαίνειν τὸν χείμαρρον· διαβάντων γὰρ ἧτταν αὐτοῖς προύλεγεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme