Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 12

386 ὁ δὲ βασιλεὺς Ἀντίοχος ὁρῶν ἤδη τὸν Φίλιππον κρατοῦντα τῶν πραγμάτων ἐπολέμει πρὸς αὐτὸν καὶ λαβὼν αὐτὸν ὑποχείριον ἀπέκτεινεν.
387 ὁ δὲ τοῦ ἀρχιερέως υἱὸς Ὀνίας, ὃν προείπομεν ἔτι παῖδα τελευτήσαντος ἀφίεσθαι τοῦ πατρός, ἰδὼν ὅτι τὸν θεῖον αὐτοῦ Μενέλαον ὁ βασιλεὺς ἀνελὼν τὴν ἀρχιερωσύνην Ἀλκίμῳ δέδωκεν οὐκ ὄντι τῆς τῶν ἀρχιερέων γενεᾶς, ἀλλʼ ὑπὸ Λυσίου πεισθεὶς μεταθεῖναι τὴν τιμὴν ἀπὸ ταύτης τῆς οἰκίας εἰς ἕτερον οἶκον, φεύγει πρὸς Πτολεμαῖον τὸν Αἰγύπτου βασιλέα.
388 καὶ τιμῆς ἀξιωθεὶς ὑπό τε αὐτοῦ καὶ τῆς γυναικὸς Κλεοπάτρας λαμβάνει τόπον ἀξιώσας ἐν τῷ νομῷ τῷ Ἡλιοπολίτῃ, ἐν ᾧ καὶ ὅμοιον τῷ ἐν Ἱεροσολύμοις ᾠκοδόμησεν ἱερόν. περὶ τούτου μὲν οὖν εὐκαιρότερον ἡμῖν ἔσται διελθεῖν.
389 Ὑπὸ δὲ τὸν αὐτὸν καιρὸν φυγὼν Δημήτριος ἀπὸ Ῥώμης ὁ Σελεύκου υἱὸς καὶ καταλαβόμενος τῆς Συρίας Τρίπολιν περιτίθησιν μὲν ἑαυτῷ διάδημα, συναγαγὼν δέ τινας περὶ αὐτὸν μισθοφόρους εἰς τὴν βασιλείαν εἰσῆλθεν, πάντων αὐτὸν ἡδέως προσδεχομένων καὶ παραδιδόντων αὑτούς.
390 συλλαβόντες δὲ καὶ Ἀντίοχον τὸν βασιλέα καὶ Λυσίαν ζῶντας ἀνάγουσιν αὐτῷ. καὶ οὗτοι μὲν κελεύσαντος Δημητρίου παραχρῆμα διεφθάρησαν βασιλεύσαντος Ἀντιόχου ἔτη δύο, καθὼς ἤδη που καὶ ἐν ἄλλῳ δεδήλωται.
391 συστραφέντες δὲ πρὸς αὐτὸν πολλοὶ τῶν Ἰουδαίων πονηροὶ καὶ φυγάδες καὶ μετʼ αὐτῶν Ἄλκιμος ὁ ἀρχιερεύς, κατηγόρουν τοῦ ἔθνους παντὸς καὶ Ἰούδα καὶ τῶν ἀδελφῶν αὐτοῦ,
392 λέγοντες ὡς τοὺς φίλους αὐτοῦ πάντας ἀπεκτόνασιν καὶ ὅσοι τὰ ἐκείνου φρονοῦντες καὶ περιμένοντες αὐτὸν ὑπῆρχον ἐν τῇ βασιλείᾳ τούτους ἀπολωλέκασιν αὐτούς τε τῆς οἰκείας γῆς ἐκβαλόντες ἀλλοτρίας ἐπήλυδας πεποιήκασιν, ἠξίουν τε πέμψαντα τῶν ἰδίων τινὰ φίλων γνῶναι διʼ αὐτοῦ τὰ ὑπὸ τῶν περὶ Ἰούδαν τετολμημένα.
393 Ὁ δὲ Δημήτριος παροξυνθεὶς ἐκπέμπει Βακχίδην φίλον Ἀντιόχου τοῦ Ἐπιφανοῦς βασιλέως, ἄνδρα χρηστὸν καὶ τὴν Μεσοποταμίαν ἅπασαν πεπιστευμένον, δοὺς αὐτῷ δύναμιν καὶ τὸν ἀρχιερέα παραθέμενος αὐτῷ Ἄλκιμον ἐντειλάμενος ἀποκτεῖναι Ἰούδαν καὶ τοὺς σὺν αὐτῷ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme