Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 12

394 ἐξορμήσας δὲ ἀπὸ τῆς Ἀντιοχείας ὁ Βακχίδης μετὰ τῆς δυνάμεως καὶ παραγενόμενος εἰς τὴν Ἰουδαίαν ἔπεμψε πρὸς τὸν Ἰούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ περὶ φιλίας καὶ εἰρήνης διαλεγόμενος· δόλῳ γὰρ αὐτὸν ἐβούλετο λαβεῖν.
395 ὁ δʼ οὐκ ἐπίστευσεν· ἑώρα γάρ, ὅτι μετὰ στρατιᾶς πάρεστιν τοσαύτης, μεθʼ ὅσης ἐπὶ πόλεμόν τις, ἀλλʼ οὐκ ἐπʼ εἰρήνην ἔρχεται. τινὲς μέντοι γε τῶν ἐκ τοῦ δήμου προσέχοντες οἷς ὁ Βακχίδης ἐπεκηρυκεύσατο καὶ νομίσαντες οὐδὲν αὐτοὺς ὑπὸ Ἀλκίμου πείσεσθαι δεινὸν ὄντος ὁμοφύλου πρὸς αὐτοὺς ἀνεχώρησαν,
396 καὶ λαβόντες ὅρκους παρʼ ἀμφοτέρων μήτε αὐτούς τι παθεῖν μήτε τοὺς ἐκ τῆς αὐτῆς ὄντας προαιρέσεως ἐπίστευσαν αὑτοὺς ἐκείνοις. ὁ δὲ Βακχίδης ὀλιγωρήσας τῶν ὅρκων ἑξήκοντα μὲν αὐτῶν ἀπέκτεινεν, τοὺς δὲ ἄλλους, ὅσοι διενοοῦντο πρὸς αὐτὸν ἀναχωρεῖν, ἐπέστρεψεν τοῖς πρώτοις τὴν πίστιν μὴ φυλάξας.
397 ἐπεὶ δʼ ἐκ τῶν Ἱεροσολύμων ἀπελθὼν κατὰ κώμην Βηρζηθὼ λεγομένην ἐγένετο, πέμψας συλλαμβάνει πολλοὺς τῶν αὐτομολούντων καί τινας τοῦ λαοῦ καὶ πάντας ἀποκτείνας προσέταξεν τοῖς ἐν τῇ χώρᾳ πᾶσιν ὑπακούειν Ἀλκίμῳ, καὶ μετὰ στρατιᾶς τινος, ἵνʼ ἔχῃ τηρεῖν τὴν χώραν αὐτοῦ, καταλιπὼν αὐτὸν εἰς Ἀντιόχειαν πρὸς τὸν βασιλέα Δημήτριον ὑπέστρεψεν.
398 Ἄλκιμος δὲ τὴν ἀρχὴν αὐτοῦ βουλόμενος βεβαιώσασθαι καὶ συνείς, ὅτι κατασκευάσας εὔνουν τὸ πλῆθος ἀσφαλέστερον ἄρξει, χρηστοῖς ἅπαντας ὑπήγετο λόγοις καὶ πρὸς ἡδονὴν ἑκάστῳ καὶ χάριν ὁμιλῶν ταχὺ δὴ μάλα χεῖρα πολλὴν καὶ δύναμιν περιεβάλετο·
399 τούτων δʼ ἦσαν οἱ πλείους ἐκ τῶν ἀσεβῶν καὶ πεφυγαδευμένων, οἷς ὑπηρέταις καὶ στρατιώταις χρώμενος ἐπήρχετο τὴν χώραν καὶ ὅσους ἐν αὐτῇ τὰ Ἰούδα φρονοῦντας ηὕρισκεν ἐφόνευεν.
400 ὁρῶν δὲ τὸν Ἄλκιμον ἤδη μέγαν ὁ Ἰούδας γινόμενον καὶ πολλοὺς διεφθαρκότα τῶν ἀγαθῶν καὶ ὁσίων τοῦ ἔθνους, καὶ αὐτὸς ἐπιπορευόμενος τὴν χώραν διέφθειρεν τοὺς ταὐτὰ ἐκείνῳ φρονοῦντας. βλέπων δὲ ἑαυτὸν Ἄλκιμος ἀντέχειν τῷ Ἰούδᾳ μὴ δυνάμενον, ἀλλʼ ἡττώμενον αὐτοῦ τῆς ἰσχύος, ἐπὶ τὴν παρὰ Δημητρίου τοῦ βασιλέως συμμαχίαν ἔγνω τραπέσθαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme