Book 12
414
τελευτήσαντος δὲ τούτου τὴν ἀρχιερωσύνην ὁ λαὸς τῷ Ἰούδᾳ δίδωσιν, ὃς ἀκούσας περὶ τῆς Ῥωμαίων δυνάμεως καὶ ὅτι καταπεπολεμήκασιν τήν τε Γαλατίαν καὶ τὴν Ἰβηρίαν καὶ Καρχηδόνα τῆς Λιβύης καὶ πρὸς τούτοις τὴν Ἑλλάδα κεχείρωνται καὶ τοὺς βασιλεῖς Περσέα καὶ Φίλιππον καὶ τὸν μέγαν Ἀντίοχον, ἔγνω φιλίαν ποιήσασθαι πρὸς αὐτούς.
415
πέμψας οὖν εἰς τὴν Ῥώμην τῶν αὐτοῦ φίλων Εὐπόλεμον τὸν Ἰωάννου υἱὸν καὶ Ἰάσονα τὸν Ἐλεαζάρου παρεκάλει διʼ αὐτῶν συμμάχους εἶναι καὶ φίλους, καὶ Δημητρίῳ γράψαι, ὅπως μὴ πολεμῇ τοὺς Ἰουδαίους.
416
ἐλθόντας δὲ εἰς τὴν Ῥώμην τοὺς παρὰ τοῦ Ἰούδα πρεσβευτὰς ἡ σύγκλητος δέχεται καὶ διαλεχθεῖσα περὶ ὧν ἐπέμφθησαν τὴν συμμαχίαν ἐπινεύει. ποιήσασα δὲ περὶ τούτου δόγμα τὸ μὲν ἀντίγραφον εἰς τὴν Ἰουδαίαν ἀπέστειλεν, αὐτὸ δʼ εἰς τὸ Καπετώλιον εἰς χαλκᾶς ἐγγράψαντες δέλτους ἀνέθεσαν.
417
ἦν δὲ τοιοῦτον· δόγμα συγκλήτου περὶ συμμαχίας καὶ εὐνοίας τῆς πρὸς τὸ ἔθνος τὸ Ἰουδαίων. μηδένα τῶν ὑποτεταγμένων Ῥωμαίοις πολεμεῖν τῷ Ἰουδαίων ἔθνει μηδὲ τοῖς πολεμοῦσι χορηγεῖν ἢ σῖτον ἢ πλοῖα ἢ χρήματα.
418
ἐὰν δὲ ἐπίωσί τινες Ἰουδαίοις, βοηθεῖν Ῥωμαίους αὐτοῖς κατὰ τὸ δυνατόν, καὶ πάλιν, ἂν τῇ Ῥωμαίων ἐπίωσίν τινες, Ἰουδαίους αὐτοῖς συμμαχεῖν. ἂν δέ τι πρὸς ταύτην τὴν συμμαχίαν θελήσῃ τὸ τῶν Ἰουδαίων ἔθνος ἢ προσθεῖναι ἢ ἀφελεῖν, τοῦτο κοινῇ γινέσθω γνώμῃ τοῦ δήμου τοῦ Ῥωμαίων, ὃ δʼ ἂν προστεθῇ τοῦτʼ εἶναι κύριον.
419
ἐγράφη τὸ δόγμα ὑπὸ Εὐπολέμου τοῦ Ἰωάννου παιδὸς καὶ ὑπὸ Ἰάσονος τοῦ Ἐλεαζάρου ἐπʼ ἀρχιερέως μὲν τοῦ ἔθνους Ἰούδα, στρατηγοῦ δὲ Σίμωνος τοῦ ἀδελφοῦ αὐτοῦ. καὶ τὴν μὲν πρώτην Ῥωμαίοις πρὸς Ἰουδαίους φιλίαν καὶ συμμαχίαν οὕτως συνέβη γενέσθαι.
420
Δημήτριος δʼ ἀπαγγελθείσης αὐτῷ τῆς Νικάνορος τελευτῆς καὶ τῆς ἀπωλείας τοῦ σὺν αὐτῷ. στρατεύματος πάλιν τὸν Βακχίδην μετὰ δυνάμεως εἰς τὴν Ἰουδαίαν ἐξέπεμψεν.
421
ὃς ἐκ τῆς Ἀντιοχείας ἐξορμήσας καὶ παραγενόμενος εἰς τὴν Ἰουδαίαν ἐν Ἀρβήλοις πόλει τῆς Γαλιλαίας στρατοπεδεύεται, καὶ τοὺς ἐν τοῖς ἐκεῖ σπηλαίοις ὄντας, πολλοὶ γὰρ εἰς αὐτὰ συμπεφεύγεσαν, ἐκπολιορκήσας καὶ λαβὼν ἄρας ἐκεῖθεν ἐπὶ τὰ Ἱεροσόλυμα σπουδὴν ἐποιεῖτο.