Book 12
30
τὸ δίκαιον οὖν σκοπῶν καὶ τοὺς καταδεδυναστευμένους παρὰ τὸ προσῆκον ἐλεῶν ἀπολύειν κελεύω τοὺς ἐν ταῖς οἰκετείαις ὄντας Ἰουδαίους τὸ προγεγραμμένον κομιζομένους ὑπὲρ αὐτῶν κεφάλαιον τοὺς κεκτημένους, καὶ μηδένα περὶ τούτων κακουργεῖν, ἀλλʼ ὑπακούειν τοῖς προστεταγμένοις.
31
βούλομαι δὲ τὰς ἀπογραφὰς ἀφʼ ἧς ἐξεπέμφθησαν ἐπὶ τρεῖς ἡμέρας ποιεῖσθαι πρὸς τοὺς ἐπʼ αὐτῶν ὑπάρχοντας, παραδεικνύντας εὐθὺς καὶ τὰ σώματα· τοῦτο γὰρ τοῖς ἐμαυτοῦ πράγμασιν ἡγοῦμαι συμφέρειν. προσαγγελλέτω δὲ τοὺς ἀπειθήσαντας ὁ βουλόμενος, ὧν τὰς οὐσίας εἰς τὴν βασιλικὴν κτῆσιν ἀνενεχθῆναι βούλομαι.
32
τούτου δὲ τοῦ προστάγματος ἀναγνωσθέντος τῷ βασιλεῖ καὶ τὰ μὲν ἄλλα ἔχοντος, μόνου δὲ λείποντος τοῦ περὶ τῶν πρότερον καὶ τῶν αὖθις εἰσηγμένων Ἰουδαίων μὴ διεστάλθαι, προσέθηκεν αὐτὸς μεγαλοφρόνως καὶ τὸ περὶ τούτων φιλάνθρωπον, καὶ τὴν τῶν διαφόρων δόσιν οὖσαν ἀθρόαν ἐκέλευσεν τοῖς ὑπηρέταις τῶν πραγμάτων ἀπομερίσαι καὶ τοῖς βασιλικοῖς τραπεζίταις.
33
γενομένου δὲ τούτου ταχέως ἐν ἑπτὰ ταῖς πάσαις ἡμέραις τέλος εἰλήφει τὰ δοχθέντα τῷ βασιλεῖ, τάλαντα δʼ ὑπὲρ ἑξήκοντα καὶ τετρακόσια τῶν λύτρων ἐγένετο· καὶ γὰρ ὑπὲρ τῶν νηπίων εἰσέπραττον οἱ δεσπόται τὰς εἴκοσι καὶ ἑκατὸν δραχμάς, ὡς τοῦ βασιλέως καὶ ὑπὲρ τούτων διδόναι κελεύσαντος ἐν τῷ προγράψαι ὑπὲρ ἑκάστου σώματος λαμβάνειν τὸ προειρημένον.
34
Ἐπειδὴ δὲ ταῦτʼ ἐγένετο κατὰ τὴν τοῦ βασιλέως βούλησιν μεγαλοπρεπῶς, ἐκέλευσε τὸν Δημήτριον εἰσδοῦναι καὶ τὸ περὶ τῆς τῶν Ἰουδαϊκῶν βιβλίων ἀναγραφῆς δόγμα· οὐδὲν γὰρ εἰκῆ τοῖς βασιλεῦσιν ᾠκονομεῖτο, πάντα δὲ μετὰ πολλῆς ἐπιμελείας ἐπράττετο.
35
διὸ καὶ τὸ τῆς εἰσδόσεως ἀντίγραφον καὶ τὸ τῶν ἐπιστολῶν κατατέτακται καὶ τὸ πλῆθος τῶν ἀπεσταλμένων ἀναθημάτων καὶ τὸ ἐφʼ ἑκάστου κατασκευασθέν, ὡς ἀκριβεστάτην εἶναι τὴν τοῦ τεχνίτου τοῖς ὁρῶσι μεγαλουργίαν, καὶ διὰ τὴν τῶν κατασκευασμάτων ἐξοχὴν τὸν ἑκάστου δημιουργὸν εὐθέως ποιήσειν γνώριμον. τῆς μέντοι γε εἰσδόσεως τὸ ἀντίγραφον ὑπῆρχε τοιοῦτον·