Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 12

429 ὠσάμενος δʼ εἰς μέσους εἰς φυγὴν ἐβιάσατο αὐτούς, καὶ διώκει μέχρι Ἐζᾶ ὄρους οὕτω λεγομένου. θεασάμενοι δὲ τὴν τροπὴν τῶν ἐν τῷ δεξιῷ κέρατι οἱ τὸ εὐώνυμον ἔχοντες ἐκυκλώσαντο τὸν Ἰούδαν διώκοντα καὶ λαμβάνουσι μέσον αὐτὸν κατόπιν γενόμενοι.
430 ὁ δὲ φυγεῖν οὐ δυνάμενος, ἀλλὰ περιεσχημένος ὑπὸ τῶν πολεμίων, στὰς ἐμάχετο μετὰ τῶν σὺν αὐτῷ. πολλοὺς δὲ κτείνας τῶν ἀντιπάλων καὶ κατάκοπος γενόμενος καὶ αὐτὸς ἔπεσεν, ἐπὶ καλοῖς μὲν πρότερον γεγενημένοις, ἐφʼ ὁμοίοις δὲ ὅτε ἀπέθνησκεν τὴν ψυχὴν ἀφείς.
431 πεσόντος δὲ Ἰούδα πρὸς μηδένα τὸ λοιπὸν ἀφορᾶν ἔχοντες οἱ σὺν αὐτῷ στρατηγοῦ δὲ τοιούτου στερηθέντες ἔφυγον.
432 λαβόντες δὲ τὸ σῶμα παρὰ τῶν πολεμίων ὑπόσπονδον Σίμων καὶ Ἰωνάθης ἀδελφοὶ τοῦ Ἰούδα, κομίσαντες εἰς τὴν Μωδεεῖν κώμην, ὅπου καὶ ὁ πατὴρ αὐτῶν τέθαπτο, κηδεύουσιν πενθήσαντος ἐπὶ συχνὰς αὐτὸν τοῦ πλήθους ἡμέρας καὶ τιμήσαντος κοινῇ τοῖς νενομισμένοις.
433 καὶ τέλος μὲν τοιοῦτον κατέσχεν Ἰούδαν, ἄνδρα γενναῖον καὶ μεγαλοπόλεμον γενόμενον καὶ τῶν τοῦ πατρὸς ἐντολῶν Ματταθίου μνήμονα καὶ πάνθʼ ὑπὲρ τῆς τῶν πολιτῶν ἐλευθερίας καὶ δρᾶσαι καὶ παθεῖν ὑποστάντα.
434 τοιοῦτος οὖν τὴν ἀρετὴν ὑπάρξας μέγιστον αὐτοῦ κλέος καὶ μνημεῖον κατέλιπεν, ἐλευθερώσας τὸ ἔθνος καὶ τῆς ὑπὸ Μακεδόσιν ἐξαρπάσας αὐτὸ δουλείας. τὴν δʼ ἀρχιερωσύνην ἔτος τρίτον κατασχὼν ἀπέθανεν.
← Previous 61 / 61

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme