Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 13

55 δίδωμι δʼ ἐκ τῶν ἐμῶν καὶ εἰς τὴν δαπάνην τῶν θυσιῶν κατʼ ἔτος μυριάδας πεντεκαίδεκα, τὰ δὲ περισσεύοντα τῶν χρημάτων ὑμέτερα εἶναι βούλομαι· τὰς δὲ μυρίας δραχμάς, ἃς ἐλάμβανον ἐκ τοῦ ἱεροῦ οἱ βασιλεῖς, ὑμῖν ἀφίημι διὰ τὸ προσήκειν αὐτὰς τοῖς ἱερεῦσιν τοῖς λειτουργοῦσιν τῷ ἱερῷ.
56 καὶ ὅσοι δʼ ἂν φύγωσιν εἰς τὸ ἱερὸν τὸ ἐν Ἱεροσολύμοις καὶ εἰς τὰ ἀπʼ αὐτοῦ χρηματίζοντα ἢ βασιλικὰ ὀφείλοντες χρήματα ἢ διʼ ἄλλην αἰτίαν, ἀπολελύσθωσαν οὗτοι καὶ τὰ ὑπάρχοντα αὐτοῖς σῶα ἔστω.
57 ἐπιτρέπω δὲ καὶ ἀνακαινίζειν τὸ ἱερὸν καὶ οἰκοδομεῖν τῆς εἰς ταῦτα δαπάνης ἐκ τῶν ἐμῶν γινομένης, καὶ τὰ τείχη δὲ συγχωρῶ τὰ τῆς πόλεως οἰκοδομεῖσθαι καὶ πύργους ὑψηλοὺς ἐγείρειν καὶ ταῦτα ἐκ τῶν ἐμῶν ἀνιστᾶν πάντα. εἰ δέ τι καὶ φρούριόν ἐστιν, ὃ συμφέρει τῇ χώρᾳ τῇ Ἰουδαίων ὀχυρὸν εἶναι, καὶ τοῦτʼ ἐκ τῶν ἐμῶν κατασκευασθήτω.
58 Ταῦτα μὲν ὑπισχνούμενος καὶ χαριζόμενος ἔγραψεν τοῖς Ἰουδαίοις Δημήτριος. Ἀλέξανδρος δὲ ὁ βασιλεὺς δύναμιν μεγάλην συναγαγὼν μισθοφόρων καὶ τῶν προσθεμένων ἐκ τῆς Συρίας αὐτῷ στρατιωτῶν ἐπὶ τὸν Δημήτριον ἐστράτευσεν.
59 καὶ μάχης γενομένης τὸ μὲν εὐώνυμον κέρας τοῦ Δημητρίου τρέπεται τοὺς ἐναντίους εἰς φυγὴν καὶ ἐδίωξεν ἄχρι πολλοῦ κτείνει τε συχνοὺς αὐτῶν καὶ διαρπάζει τὸ στρατόπεδον, τὸ δὲ δεξιόν, οὗ συνέβαινεν εἶναι τὸν Δημήτριον, ἡττᾶται.
60 καὶ οἱ μὲν ἄλλοι πάντες ἔφυγον, Δημήτριος δὲ γενναίως μαχόμενος οὐκ ὀλίγους μὲν ἀναιρεῖ τῶν πολεμίων, διώκων δὲ τοὺς ἄλλους ἐλαύνει τὸν ἵππον εἰς τέλμα βαθὺ καὶ δυσεκπόρευτον, ἔνθα συνέβη πεσόντος αὐτῷ τοῦ ἵππου μὴ δυνάμενον διαφυγεῖν ἀναιρεθῆναι.
61 τὸ γὰρ συμβεβηκὸς περὶ αὐτὸν ἰδόντες οἱ πολέμιοι ἀνέστρεψαν καὶ κυκλωσάμενοι τὸν Δημήτριον πάντες ἐπʼ αὐτὸν ἠκόντιζον. ὁ δὲ πεζὸς ὢν γενναίως ἀπεμάχετο, καὶ τελευταῖον τραύματα λαβὼν πολλὰ καὶ μηκέτʼ ἀντέχειν δυνάμενος κατέπεσεν. καὶ τέλος μὲν τοιοῦτον τὸν Δημήτριον κατέλαβεν ἔτη βασιλεύσαντα ἕνδεκα, ὡς καὶ ἐν ἄλλοις δεδηλώκαμεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme