Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 13

62 Ὁ δὲ Ὀνίου τοῦ ἀρχιερέως υἱὸς ὁμώνυμος δὲ ὢν τῷ πατρί, ὃς ἐν Ἀλεξανδρείᾳ φυγὼν πρὸς τὸν βασιλέα Πτολεμαῖον τὸν ἐπικαλούμενον Φιλομήτορα διῆγεν, ὡς καὶ πρότερον εἰρήκαμεν, ἰδὼν τὴν Ἰουδαίαν κακουμένην ὑπὸ τῶν Μακεδόνων καὶ τῶν βασιλέων αὐτῶν,
63 βουλόμενος αὑτῷ δόξαν καὶ μνήμην αἰώνιον κατασκευάσαι, διέγνω πέμψας πρὸς Πτολεμαῖον τὸν βασιλέα καὶ τὴν βασίλισσαν Κλεοπάτραν αἰτήσασθαι παρʼ αὐτῶν ἐξουσίαν, ὅπως οἰκοδομήσειεν ναὸν ἐν Αἰγύπτῳ παραπλήσιον τῷ ἐν Ἱεροσολύμοις καὶ Λευίτας καὶ ἱερεῖς ἐκ τοῦ ἰδίου γένους καταστήσῃ.
64 τοῦτο δʼ ἐβούλετο θαρρῶν μάλιστα τῷ προφήτῃ Ἡσαΐᾳ, ὃς ἔμπροσθεν ἔτεσιν ἑξακοσίοις πλέον γεγονὼς προεῖπεν, ὡς δεῖ πάντως ἐν Αἰγύπτῳ οἰκοδομηθῆναι ναὸν τῷ μεγίστῳ θεῷ ὑπʼ ἀνδρὸς Ἰουδαίου. διὰ ταῦτα οὖν ἐπηρμένος Ὀνίας γράφει Πτολεμαίῳ καὶ Κλεοπάτρᾳ τοιαύτην ἐπιστολήν·
65 πολλὰς καὶ μεγάλας ὑμῖν χρείας τετελεκὼς ἐν τοῖς κατὰ πόλεμον ἔργοις μετὰ τῆς τοῦ θεοῦ βοηθείας, καὶ γενόμενος ἔν τε τῇ κοίλῃ Συρίᾳ καὶ Φοινίκῃ, καὶ εἰς Λεόντων δὲ πόλιν τοῦ Ἡλιοπολίτου σὺν τοῖς Ἰουδαίοις καὶ εἰς ἄλλους τόπους ἀφικόμενος τοῦ ἔθνους,
66 καὶ πλείστους εὑρὼν παρὰ τὸ καθῆκον ἔχοντας ἱερὰ καὶ διὰ τοῦτο δύσνους ἀλλήλοις, ὃ καὶ Αἰγυπτίοις συμβέβηκεν διὰ τὸ πλῆθος τῶν ἱερῶν καὶ τὸ περὶ τὰς θρησκείας οὐχ ὁμόδοξον, ἐπιτηδειότατον εὑρὼν τόπον ἐν τῷ προσαγορευομένῳ τῆς ἀγρίας Βουβάστεως ὀχυρώματι βρύοντα ποικίλης ὕλης καὶ τῶν ἱερῶν ζῴων μεστόν,
67 δέομαι συγχωρῆσαί μοι τὸ ἀδέσποτον ἀνακαθάραντι ἱερὸν καὶ συμπεπτωκὸς οἰκοδομῆσαι ναὸν τῷ μεγίστῳ θεῷ καθʼ ὁμοίωσιν τοῦ ἐν Ἱεροσολύμοις αὐτοῖς μέτροις ὑπὲρ σοῦ καὶ τῆς σῆς γυναικὸς καὶ τῶν τέκνων, ἵνʼ ἔχωσιν οἱ τὴν Αἴγυπτον κατοικοῦντες Ἰουδαῖοι εἰς αὐτὸ συνιόντες κατὰ τὴν πρὸς ἀλλήλους ὁμόνοιαν ταῖς σαῖς ἐξυπηρετεῖν χρείαις·
68 καὶ γὰρ Ἡσαΐας ὁ προφήτης τοῦτο προεῖπεν· ἔσται θυσιαστήριον ἐν Αἰγύπτῳ κυρίῳ τῷ θεῷ· καὶ πολλὰ δὲ προεφήτευσεν ἄλλα τοιαῦτα διὰ τὸν τόπον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme