Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 13

98 θεασάμενοι δὲ τοὺς πεζοὺς φεύγοντας οἱ ἱππεῖς οὐδʼ αὐτοὶ μένουσιν, ἀλλὰ πάρετοι μὲν ὄντες αὐτοὶ διὰ τὸ μέχρι δείλης μάχεσθαι, τῆς δὲ παρὰ τῶν πεζῶν ἐλπίδος αὐτοῖς ἀπολωλυίας, ἀκόσμως καὶ συγκεχυμένως ἔφευγον, ὡς διασχισθέντας αὐτοὺς διὰ παντὸς σκορπισθῆναι τοῦ πεδίου.
99 διώκων δʼ αὐτοὺς Ἰωνάθης μέχρι τῆς Ἀζώτου καὶ πολλοὺς ἀναιρῶν ἀπογνόντας τῆς σωτηρίας ἠνάγκασεν ἐπὶ τὸν τοῦ Δαγῶνος ναὸν καταφυγεῖν, ὃς ἦν ἐν Ἀζώτῳ. λαβὼν δʼ ἐξ ἐπιδρομῆς Ἰωνάθης τὴν πόλιν αὐτήν τε ἐνέπρησεν καὶ τὰς περὶ αὐτὴν κώμας.
100 ἀπέσχετο δʼ οὐδὲ τοῦ Δαγῶνος ἱεροῦ, ἀλλὰ καὶ τοῦτʼ ἐνέπρησεν καὶ τοὺς εἰς αὐτὸ συμφυγόντας διέφθειρεν. τὸ δὲ πᾶν πλῆθος τῶν ἐν τῇ μάχῃ πεσόντων καὶ καταφλεγέντων ἐν τῷ ἱερῷ τῶν πολεμίων ἦσαν ὀκτακισχίλιοι.
101 κρατήσας οὖν τοσαύτης δυνάμεως ἄρας ἀπὸ τῆς Ἀζώτου εἰς Ἀσκάλωνα παραγίνεται, καὶ καταστρατοπεδεύσαντος ἔξω τῆς πόλεως αὐτοῦ προῆλθον εἰς ἀπάντησιν αὐτῷ οἱ Ἀσκαλωνῖται ξένια προσφέροντες αὐτῷ καὶ τιμῶντες. ὁ δὲ ἀποδεξάμενος αὐτοὺς τῆς προαιρέσεως ἀνέστρεψεν ἐκεῖθεν εἰς Ἱεροσόλυμα πολλὴν ἐπαγόμενος λείαν, ἣν ἔλαβεν νικήσας τοὺς πολεμίους.
102 Ἀλέξανδρος δʼ ἀκούσας ἡττημένον τὸν αὐτοῦ στρατηγὸν Ἀπολλώνιον προσεποιεῖτο χαίρειν, ὅτι παρὰ τὴν αὐτοῦ γνώμην Ἰωνάθῃ συνέβαλεν φίλῳ ὄντι καὶ συμμάχῳ, καὶ πέμπει πρὸς Ἰωνάθην μαρτυρῶν αὐτῷ καὶ γέρα καὶ τιμὰς διδοὺς πόρπην χρυσέαν, ὡς ἔστιν ἔθος δίδοσθαι τοῖς τῶν βασιλέων συγγενέσιν, καὶ τὴν Ἀκκάρωνα καὶ τὴν τοπαρχίαν αὐτῆς εἰς κληρουχίαν ἐπιτρέπει.
103 Ὑπὸ δὲ τοῦτον τὸν καιρὸν καὶ βασιλεὺς Πτολεμαῖος ὁ Φιλομήτωρ ἐπικληθεὶς ναυτικὴν ἄγων δύναμιν καὶ πεζὴν εἰς Συρίαν ἧκεν συμμαχήσων Ἀλεξάνδρῳ· γαμβρὸς γὰρ ἦν αὐτοῦ.
104 καὶ πᾶσαι προθύμως αὐτὸν αἱ πόλεις Ἀλεξάνδρου κελεύσαντος ἐκδεχόμεναι παρέπεμπον ἕως Ἀζώτου πόλεως, ἔνθα πάντες κατεβόων αὐτοῦ περὶ τοῦ ἐμπεπρησμένου ἱεροῦ αὐτῶν Δαγῶνος κατηγοροῦντες Ἰωνάθου τοῦτο ἀφανίσαντος καὶ τὴν χώραν πυρπολήσαντος καὶ πολλοὺς αὐτῶν ἀποκτείναντος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme