Book 13
105
καὶ Πτολεμαῖος μὲν ταῦτʼ ἀκούσας ἡσύχασεν, Ἰωνάθης δὲ εἰς Ἰόππην ἀπαντήσας Πτολεμαίῳ ξενίων τε λαμπρῶν παρʼ αὐτοῦ τυγχάνει καὶ τιμῆς ἁπάσης, ἔπειτα προπέμψας αὐτὸν ἕως τοῦ Ἐλευθέρου καλουμένου ποταμοῦ πάλιν ὑπέστρεψεν εἰς Ἱεροσόλυμα.
106
Γενόμενος δʼ ἐν Πτολεμαΐδι παρὰ πᾶσαν προσδοκίαν μικροῦ διεφθάρη Πτολεμαῖος ἐπιβουλευθεὶς ὑπὸ Ἀλεξάνδρου διʼ Ἀμμωνίου, ὃς ἐτύγχανεν αὐτῷ φίλος ὤν.
107
φανερᾶς δὲ τῆς ἐπιβουλῆς γενομένης Πτολεμαῖος γράφει τῷ Ἀλεξάνδρῳ πρὸς κόλασιν ἐξαιτῶν τὸν Ἀμμώνιον, ἐπιβουλευθῆναι λέγων ὑπʼ αὐτοῦ καὶ δίκην διὰ τοῦτʼ αὐτὸν ὑποσχεῖν ἀξιῶν. οὐκ ἐκδιδόντος δὲ τοῦ Ἀλεξάνδρου συνεὶς αὐτὸν ἐκεῖνον εἶναι τὸν ἐπιβουλεύσαντα χαλεπῶς διετέθη πρὸς αὐτόν.
108
τοῖς δὲ Ἀντιοχεῦσιν καὶ πρότερον ἦν προσκεκρουκὼς Ἀλέξανδρος διὰ τὸν Ἀμμώνιον· πολλὰ γὰρ ὑπʼ αὐτοῦ πεπόνθεισαν κακά. τιμωρίαν μέντοι τῶν τετολμημένων Ἀμμώνιος ὑπέσχεν κατασφαγεὶς αἰσχρῶς ὡς γυνή, κρύπτειν ἑαυτὸν σπουδάσας στολῇ γυναικείῳ, καθὼς ἐν ἄλλοις δεδηλώκαμεν.
109
Πτολεμαῖος δὲ μεμψάμενος αὑτὸν τοῦ τε συνοικίσαι τὴν θυγατέρα Ἀλεξάνδρῳ τῆς τε συμμαχίας τῆς κατὰ Δημητρίου διαλύεται τὴν πρὸς αὐτὸν συγγένειαν·
110
ἀποσπάσας γὰρ τὴν θυγατέρα πέμπει πρὸς Δημήτριον εὐθὺς περὶ συμμαχίας καὶ φιλίας συντιθέμενος, τήν τε θυγατέρα δώσειν αὐτῷ ὑπισχνούμενος γυναῖκα καὶ καταστήσειν αὐτὸν εἰς τὴν πατρῴαν ἀρχήν. ὁ δὲ Δημήτριος ἡσθεὶς τοῖς πεπρεσβευμένοις δέχεται τὴν συμμαχίαν καὶ τὸν γάμον.
111
ἓν δʼ ἔτι Πτολεμαίῳ τὸ λοιπὸν ἀγώνισμα ὑπελείπετο πεῖσαι τοὺς Ἀντιοχεῖς δέξασθαι Δημήτριον ἀπεχθῶς πρὸς αὐτὸν διακειμένους ὑπὲρ ὧν ὁ πατὴρ αὐτοῦ Δημήτριος εἰς αὐτοὺς παρηνόμησεν. κατεπράξατο δὲ καὶ τοῦτο·
112
μισοῦντες γὰρ τὸν Ἀλέξανδρον οἱ Ἀντιοχεῖς διὰ τὸν Ἀμμώνιον, ὡς δεδηλώκαμεν, ῥᾳδίως αὐτὸν ἐκ τῆς Ἀντιοχείας ἐξέβαλον. καὶ ὁ μὲν ἐκπεσὼν τῆς Ἀντιοχείας ἦλθεν εἰς Κιλικίαν.
113
ἐλθὼν δὲ πρὸς τοὺς Ἀντιοχεῖς Πτολεμαῖος βασιλεὺς ὑπʼ αὐτῶν καὶ τῶν στρατευμάτων ἀναδείκνυται καὶ ἀναγκασθεὶς δύο περιτίθεται διαδήματα, ἓν μὲν τὸ τῆς Ἀσίας, ἕτερον δὲ τὸ τῆς Αἰγύπτου.