Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 13

arg Ὑρκανοῦ στρατεία μετὰ τὴν Ἀντιόχου τελευτὴν ἐν Μήδοις ἀποθανόντος ἐπὶ Συρίαν καὶ ὡς πολλὰς πόλεις κατὰ κράτος εἷλεν.
arg φιλία πρὸς Ὑρκανὸν Ἀλεξάνδρου τοῦ Ζαβίνα κληθέντος.
arg ὡς ἡττηθεὶς ὑφ' Ὑρκανοῦ Ἀντίοχος ὁ Κυζικηνὸς ἐξέπεσεν τῆς Ἰουδαίας.
arg ὡς παραλαβὼν Ἀριστόβουλος τὴν ἀρχὴν διάδημα περιέθετο πρῶτος.
arg ὡς τελευτήσαντος Ἀριστοβούλου ὁ ἀδελφὸς αὐτοῦ τὴν ἀρχὴν παραλαβὼν Ἀλέξανδρος ἐστράτευσεν ἐπὶ Συρίαν καὶ Φοινίκην καὶ Ἀραβίαν καὶ πολλὰ τῶν ἐθνῶν ἐχειρώσατο.
arg Πτολεμαίου τοῦ Λαθούρου πρὸς αὐτὸν μάχη καὶ νίκη.
arg ὡς στρατευσάμενος Δημήτριος ὁ Εὔκαιρος λεγόμενος ἐπὶ Ἀλέξανδρον ἐκράτησεν αὐτοῦ.
arg Ἀντιόχου τοῦ καὶ Διονύσου λεγομένου στρατεία ἐπὶ Ἰουδαίαν καὶ ὡς ἐκράτησεν τῇ μάχῃ.
arg ὡς μετὰ τὴν Ἀλεξάνδρου τελευτὴν ἡ γυνὴ αὐτοῦ Ἀλεξάνδρα τὴν βασιλείαν ἔτεσιν ἐννέα κατασχοῦσα καὶ βιώσασα μετὰ εἰρήνης καὶ δόξης ἀπέθανεν.
arg περιέχει ἡ βίβλος χρόνον ἐτῶν ὀγδοήκοντα καὶ δύο.
1 Τίνα μὲν οὖν τρόπον τὸ τῶν Ἰουδαίων ἔθνος καταδουλωσαμένων αὐτὸ τῶν Μακεδόνων ἀνεκτήσατο τὴν ἐλευθερίαν καὶ διʼ ὅσων καὶ πηλίκων ἀγώνων ὁ στρατηγὸς αὐτῶν ἐλθὼν Ἰούδας ἀπέθανεν ὑπὲρ αὐτῶν μαχόμενος, ἐν τῇ πρὸ ταύτης βίβλῳ δεδηλώκαμεν.
2 μετὰ δὲ τὴν τελευτὴν τὴν Ἰούδου πᾶν ὅσον ἦν ἔτι τῶν ἀσεβῶν καὶ παραβεβηκότων τὴν πάτριον πολιτείαν ἐπεφύη τοῖς Ἰουδαίοις καὶ πανταχόθεν αὐτοὺς ἀκμάζον ἐκάκου.
3 συνελάμβανε δὲ τῇ τούτων πονηρίᾳ καὶ λιμὸς τὴν χώραν καταλαβών, ὡς πολλοὺς διὰ τὴν σπάνιν τῶν ἀναγκαίων καὶ τὸ μὴ δύνασθαι τοῖς παρʼ ἀμφοτέρων ἀπό τε τοῦ λιμοῦ καὶ τῶν ἐχθρῶν δεινοῖς ἀντέχειν αὐτομολῆσαι πρὸς τοὺς Μακεδόνας.
4 Βακχίδης δὲ τῶν Ἰουδαίων τοὺς ἀποστάντας τῆς πατρίου συνηθείας καὶ τὸν κοινὸν βίον προῃρημένους συναθροίσας τούτοις ἐνεχείρισεν τὴν τῆς χώρας ἐπιμέλειαν, οἳ καὶ συλλαμβάνοντες τοὺς Ἰούδου φίλους καὶ τὰ ἐκείνου φρονοῦντας τῷ Βακχίδῃ παρέδοσαν· ὁ δὲ βασανίζων πρῶτον αὐτοὺς καὶ πρὸς ἡδονὴν αἰκιζόμενος ἔπειθʼ οὕτως διέφθειρεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme