Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 13

127 βασιλεὺς Δημήτριος Λασθένει τῷ πατρὶ χαίρειν. τῷ Ἰουδαίων ἔθνει ὄντι φίλῳ καὶ τὰ δίκαια τὰ πρὸς ἡμᾶς φυλάττοντι τῆς εὐνοίας ἔκρινα χάριν παρασχεῖν. καὶ τοὺς τρεῖς νομοὺς Ἀφαίρεμα καὶ Λύδδα καὶ Ῥαμαθαιν, οἳ τῇ Ἰουδαίᾳ προσετέθησαν ἀπὸ τῆς Σαμαρείτιδος, καὶ τὰ προσκυροῦντα τούτοις,
128 ἔτι τε ὅσα παρὰ τῶν θυόντων ἐν Ἱεροσολύμοις ἐλάμβανον οἱ πρὸ ἐμοῦ βασιλεῖς, καὶ ὅσα ἀπὸ τῶν καρπῶν τῆς γῆς καὶ τῶν φυτῶν, καὶ τἆλλα τὰ προσήκοντα ἡμῖν, καὶ τὰς λίμνας τῶν ἁλῶν καὶ τοὺς κομιζομένους ἡμῖν στεφάνους ἀφίημι αὐτοῖς, καὶ οὐδὲν παραβιβασθήσεται τούτων ἀπὸ τοῦ νῦν οὐδὲ εἰς τὸν ἅπαντα χρόνον. φρόντισον οὖν,
129 ἵνα τούτων ἀντίγραφον γένηται καὶ δοθῇ Ἰωνάθῃ καὶ ἐν ἐπισήμῳ τόπῳ τοῦ ἁγίου ἱεροῦ τεθῇ. τὰ μὲν δὴ γραφέντα ταῦτα ἦν. ὁρῶν δὲ ὁ Δημήτριος εἰρήνην οὖσαν καὶ μηδένα κίνδυνον μηδὲ πολέμου φόβον ὑπάρχοντα διέλυσε τὴν στρατιὰν καὶ τὸν μισθὸν αὐτῶν ἐμείωσεν, καὶ μόνοις τοῦτον ἐχορήγει τοῖς ξενολογηθεῖσιν, οἳ συνανέβησαν ἐκ Κρήτης αὐτῷ καὶ ἐκ τῶν ἄλλων νήσων.
130 ἔχθρα τοιγαροῦν αὐτῷ καὶ μῖσος ἐκ τούτου γίνεται παρὰ τῶν στρατιωτῶν, οἷς αὐτὸς μὲν οὐδὲν οὐκέτι παρεῖχεν, οἱ δὲ πρὸ αὐτοῦ βασιλεῖς καὶ ἐπʼ εἰρήνης χορηγοῦντες αὐτοῖς ὁμοίως διετέλουν, ἵνʼ εὐνοοῦντας ἔχωσιν καὶ ἐν τοῖς ὑπὲρ αὐτῶν ἀγῶσιν εἰ δεήσειέν ποτε προθύμους.
131 Ἀμέλει ταύτην νοήσας τὴν δύσνοιαν τῶν στρατιωτῶν πρὸς Δημήτριον Ἀλεξάνδρου τις στρατηγὸς Ἀπαμεὺς τὸ γένος Διόδοτος ὁ καὶ Τρύφων ἐπικληθείς, παραγίνεται πρὸς Μάλχον τὸν Ἄραβα, ὃς ἔτρεφε τὸν Ἀλεξάνδρου υἱὸν Ἀντίοχον, καὶ δηλώσας αὐτῷ τὴν δυσμένειαν τὴν τῶν στρατευμάτων πρὸς Δημήτριον ἔπειθεν αὐτῷ δοῦναι τὸν Ἀντίοχον· βασιλέα γὰρ αὐτὸν ποιήσειν καὶ τὴν ἀρχὴν αὐτῷ τὴν τοῦ πατρὸς ἀποκαταστήσειν.
132 ὁ δὲ τὸ μὲν πρῶτον ἀντεῖχεν ὑπʼ ἀπιστίας, ὕστερον δὲ πολλῷ χρόνῳ προσλιπαρήσαντος τοῦ Τρύφωνος νικᾶται τὴν προαίρεσιν εἰς ἃ Τρύφων παρεκάλει. καὶ τὰ μὲν περὶ τούτου τἀνδρὸς ἐν τούτοις ὑπῆρχεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme