Book 13
168
τὸ μὲν προκατάρχειν τῆς ἀναγνωρίσεως οὐδὲ δοκιμάζομεν μὴ καὶ προαρπάζειν δοκῶμεν τὴν παρʼ ὑμῶν διδομένην δόξαν, πολλῶν δὲ χρόνων διαγενομένων ἀπὸ τῆς ἐξ ἀρχῆς ἀναποληθείσης ἡμῖν οἰκειότητος ἐν ταῖς ἱεραῖς καὶ ἐπωνύμοις ἡμέραις θυσίας τῷ θεῷ προσφέροντες καὶ ὑπὲρ τῆς ὑμετέρας σωτηρίας τε καὶ νίκης αὐτὸν παρακαλοῦμεν.
169
πολλῶν δʼ ἡμᾶς πολέμων περιστάντων διὰ τὴν τῶν γειτνιώντων πλεονεξίαν οὔθʼ ὑμῖν οὔτʼ ἄλλῳ τῶν προσηκόντων ἡμῖν ἐνοχλεῖν ἐκρίναμεν. καταγωνισάμενοι δὲ τοὺς πολεμίους πέμποντες πρὸς Ῥωμαίους Νουμήνιον τὸν Ἀντιόχου καὶ Ἀντίπατρον τὸν Ἰάσονος τῶν ἀπὸ τῆς γερουσίας ὄντων παρʼ ἡμῖν ἐν τιμῇ, ἐδώκαμεν αὐτοῖς καὶ πρὸς ὑμᾶς ἐπιστολάς, ὅπως ἀνανεώσωνται τὴν πρὸς ὑμᾶς ἡμῖν συγγένειαν.
170
καλῶς οὖν ποιήσετε καὶ αὐτοὶ γράφοντες ἡμῖν καὶ περὶ ὧν ἂν δέησθε ἐπιστέλλοντες, ὡς εἰς ἅπαντα προθυμησομένοις ὑπὲρ τῆς ὑμετέρας προαιρέσεως. οἱ μὲν οὖν Λακεδαιμόνιοι τούς τε πρεσβευτὰς φιλοφρόνως ὑπεδέξαντο καὶ ψήφισμα ποιησάμενοι περὶ συμμαχίας καὶ φιλίας πρὸς αὐτοὺς ἀπέστειλαν.
171
Κατὰ δὲ τὸν χρόνον τοῦτον τρεῖς αἱρέσεις τῶν Ἰουδαίων ἦσαν, αἳ περὶ τῶν ἀνθρωπίνων πραγμάτων διαφόρως ὑπελάμβανον, ὧν ἡ μὲν Φαρισαίων ἐλέγετο, ἡ δὲ Σαδδουκαίων, ἡ τρίτη δὲ Ἐσσηνῶν.
172
οἱ μὲν οὖν Φαρισαῖοι τινὰ καὶ οὐ πάντα τῆς εἱμαρμένης ἔργον εἶναι λέγουσιν, τινὰ δʼ ἐφʼ ἑαυτοῖς ὑπάρχειν συμβαίνειν τε καὶ μὴ γίνεσθαι. τὸ δὲ τῶν Ἐσσηνῶν γένος πάντων τὴν εἱμαρμένην κυρίαν ἀποφαίνεται καὶ μηδὲν ὃ μὴ κατʼ ἐκείνης ψῆφον ἀνθρώποις ἀπαντᾶν.
173
Σαδδουκαῖοι δὲ τὴν μὲν εἱμαρμένην ἀναιροῦσιν οὐδὲν εἶναι ταύτην ἀξιοῦντες οὐδὲ κατʼ αὐτὴν τὰ ἀνθρώπινα τέλος λαμβάνειν, ἅπαντα δὲ ἐφʼ ἡμῖν αὐτοῖς κεῖσθαι, ὡς καὶ τῶν ἀγαθῶν αἰτίους ἡμᾶς γινομένους καὶ τὰ χείρω παρὰ τὴν ἡμετέραν ἀβουλίαν λαμβάνοντας. ἀλλὰ περὶ μὲν τούτων ἀκριβεστέραν πεποίημαι δήλωσιν ἐν τῇ δευτέρᾳ βίβλῳ τῆς Ἰουδαϊκῆς πραγματείας.