Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 13

201 Τούτους ποιησαμένου τοῦ Σίμωνος τοὺς λόγους ἀνεθάρσησεν τὸ πλῆθος, καὶ ταῖς ψυχαῖς ἐνδεδωκὸς ὑπὸ δειλίας ἀνηγέρθη πρὸς τὴν ἀμείνω καὶ ἀγαθὴν ἐλπίδα, ὡς ἀθρόως πάντα τὸν λαὸν ἐκβοῆσαι τὸν Σίμωνα αὐτῶν ἡγεῖσθαι καὶ ἀντὶ Ἰούδου καὶ Ἰωνάθου τῶν ἀδελφῶν αὐτοῦ τὴν προστασίαν ἔχειν· ἔσεσθαι γὰρ πρὸς ὅ τι κελεύσαι πειθηνίους.
202 συναθροίσας δʼ εὐθὺς πᾶν ὅσον ἦν τὸ πολεμικὸν τῆς οἰκείας ἰσχύος ἔσπευδε τὰ τείχη τῆς πόλεως ἀνοικοδομῆσαι, καὶ πύργοις αὐτὴν ὑψηλοτάτοις καὶ καρτεροῖς ἀσφαλισάμενος ἀπέστειλεν μὲν Ἰωνάθην τινὰ φίλον Ἀψαλώμου παῖδα μετὰ στρατιᾶς εἰς Ἰόππην προστάξας αὐτῷ τοὺς οἰκήτορας ἐκβαλεῖν· ἐδεδίει γάρ, μὴ παραδῶσιν οὗτοι τὴν πόλιν τῷ Τρύφωνι. αὐτὸς δʼ ὑπομείνας ἐφύλαττε τὰ Ἱεροσόλυμα.
203 Ὁ δὲ Τρύφων ἄρας ἐκ Πτολεμαΐδος μετὰ στρατιᾶς πολλῆς εἰς τὴν Ἰουδαίαν παραγίνεται καὶ τὸν Ἰωνάθην δέσμιον ἄγων. ἀπήντησε δʼ αὐτῷ καὶ Σίμων μετὰ τῆς αὐτοῦ δυνάμεως εἰς Ἄδδιδα πόλιν, ἥτις ἐπʼ ὄρους κειμένη τυγχάνει, ὑφʼ ἧς ὑπόκειται τὰ τῆς Ἰουδαίας πεδία.
204 γνοὺς δὲ Τρύφων ἡγεμόνα τὸν Σίμωνα ὑπὸ τῶν Ἰουδαίων καθεσταμένον ἔπεμψεν πρὸς αὐτὸν καὶ τοῦτον ἀπάτῃ καὶ δόλῳ περιελθεῖν βουλόμενος, κελεύων αὐτόν, εἰ θέλει λυθῆναι τὸν ἀδελφὸν Ἰωνάθην, πέμψαι τάλαντα ἑκατὸν ἀργυρίου καὶ δύο τῶν παίδων τῶν Ἰωνάθου ὁμήρους, ὅπως μὴ ἀφεθεὶς ἀποστήσῃ τὴν Ἰουδαίαν βασιλέως· ἄρτι γὰρ αὐτὸν διὰ τὸ ἀργύριον, ὃ τῷ βασιλεῖ χρησάμενος ὤφειλε, φυλάττεσθαι δεδεμένον.
205 ὁ δὲ Σίμων τὴν τέχνην τὴν τοῦ Τρύφωνος οὐκ ἠγνόησεν, ἀλλὰ συνεὶς ὅτι καὶ τὸ ἀργύριον ἀπολέσει δοὺς καὶ τὸν ἀδελφὸν οὐ λύσει, μετʼ αὐτοῦ δὲ καὶ τοὺς παῖδας ἐκδώσει τῷ πολεμίῳ, φοβούμενος δέ, μὴ διαβληθῇ πρὸς τὸ πλῆθος ὡς αἴτιος αὐτὸς τἀδελφῷ θανάτου γενόμενος, ὅτι μήτε τὰ χρήματα μήτε τοὺς υἱοὺς ἔδωκεν ὑπὲρ αὐτοῦ, συναγαγὼν τὴν στρατιὰν ἐδήλωσεν αὐτῇ τὰ παρὰ τοῦ Τρύφωνος,
206 εἰπὼν ὅτι ταῦτα καὶ ἐνέδραν καὶ ἐπιβουλὴν ἔχει· ὅμως αἱρετώτερον εἶναι πέμψαι τὰ χρήματʼ αὐτῷ καὶ τοὺς υἱοὺς ἢ τοῖς ὑπὸ Τρύφωνος προβαλλομένοις μὴ ὑπακούσαντα λαβεῖν αἰτίαν ὡς τὸν ἀδελφὸν σῶσαι μὴ θελήσας. καὶ Σίμων μὲν τούς τε Ἰωνάθου παῖδας ἐξέπεμψεν καὶ τὰ χρήματα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme