Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 13

207 λαβὼν δὲ ὁ Τρύφων οὐκ ἐτήρησεν τὴν πίστιν οὐδὲ ἀπέλυσε τὸν Ἰωνάθην, ἀλλὰ τὴν στρατιὰν ἀναλαβὼν ἐκπεριῆλθε τὴν χώραν καὶ διὰ τῆς Ἰδουμαίας ἀναβαίνειν διεγνώκει τὸ λοιπὸν εἰς Ἱεροσόλυμα, καὶ παραγενόμενος ἧκεν εἰς Ἄδωρα πόλιν τῆς Ἰδουμαίας. ἀντιπαρῆγεν δʼ ὁ Σίμων μετὰ τῆς στρατιᾶς ἀεὶ καταστρατοπεδευόμενος ἐξ ἐναντίας αὐτοῦ.
208 Τῶν δʼ ἐν τῇ ἄκρᾳ πεμψάντων πρὸς Τρύφωνα καὶ παρακαλούντων σπεῦσαι πρὸς αὐτοὺς καὶ τροφὰς αὐτοῖς πέμψαι, παρεσκεύασε τὴν ἵππον ὡς διὰ τῆς νυκτὸς ἐκείνης ἐν Ἱεροσολύμοις ἐσόμενος. ἀλλὰ χιὼν διὰ νυκτὸς πολλὴ πεσοῦσα καὶ τάς τε ὁδοὺς καλύψασα καὶ ἄπορον ἵπποις μάλιστα πεζεύειν ὑπὸ βάθους τὴν πορείαν παρασχοῦσα διεκώλυσεν αὐτὸν ἐλθεῖν εἰς τὰ Ἱεροσόλυμα.
209 διόπερ ἐκεῖθεν ἄρας ὁ Τρύφων εἰς τὴν κοίλην ἀφικνεῖται Συρίαν, σπουδῇ τε εἰς τὴν Γαλαδῖτιν ἐμβαλὼν τόν τε Ἰωνάθην ἀποκτείνας αὐτόθι καὶ ταφῆναι κελεύσας αὐτὸς εἰς τὴν Ἀντιόχειαν ὑπέστρεψεν.
210 ὁ δὲ Σίμων πέμψας εἰς Βασκὰ πόλιν μετακομίζει τὰ τοῦ ἀδελφοῦ ὀστᾶ, καὶ κηδεύει μὲν ταῦτα ἐν Μωδεεῖ τῇ πατρίδι, πένθος δʼ ἐπʼ αὐτῷ μέγα πᾶς ὁ λαὸς ἐποιήσατο.
211 Σίμων δὲ καὶ μνημεῖον μέγιστον ᾠκοδόμησεν τῷ τε πατρὶ καὶ τοῖς ἀδελφοῖς ἐκ λίθου λευκοῦ καὶ ἀνεξεσμένου. εἰς πολὺ δʼ αὐτὸ καὶ περίοπτον ἀναγαγὼν ὕψος στοὰς περὶ αὐτὸ βάλλεται καὶ στύλους μονολίθους θαυμαστὸν ἰδεῖν χρῆμα ἀνίστησιν, πρὸς τούτοις δὲ καὶ πυραμίδας ἑπτὰ τοῖς τε γονεῦσιν καὶ τοῖς ἀδελφοῖς ἑκάστῳ μίαν ᾠκοδόμησεν εἰς ἔκπληξιν μεγέθους τε ἕνεκα καὶ κάλλους πεποιημένας, αἳ καὶ μέχρι δεῦρο σώζονται.
212 καὶ περὶ μὲν τῆς Ἰωνάθου ταφῆς καὶ τῆς τῶν μνημείων οἰκοδομίας τοῖς οἰκείοις Σίμωνος τοσαύτην σπουδὴν οἴδαμεν γενομένην. ἀπέθανεν δὲ Ἰωνάθης ἀρχιερατεύων ἔτη τέσσαρα προστὰς τοῦ γένους. καὶ τὰ μὲν περὶ τῆς τούτου τελευτῆς ἐν τούτοις ἦν.
213 Σίμων δὲ κατασταθεὶς ἀρχιερεὺς ὑπὸ τοῦ πλήθους τῷ πρώτῳ τῆς ἀρχιερωσύνης ἔτει τῆς ἐπὶ τοῖς Μακεδόσι δουλείας τὸν λαὸν ἠλευθέρωσεν ὡς μηκέτι φόρους αὐτοῖς τελεῖν· ἡ δὲ ἐλευθερία καὶ τὸ ἀνείσφορον τοῖς Ἰουδαίοις μετὰ ἑβδομήκοντα καὶ ἑκατὸν ἔτη τῶν Συρίας βασιλέων ἐξ οὗ χρόνου Σέλευκος ὁ Νικάτωρ ἐπικληθεὶς κατέσχεν Συρίαν ὑπῆρξεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme