Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 13

267 Τὰ μὲν οὖν περὶ Ὑρκανὸν τὸν ἀρχιερέα ἐν τούτοις ὑπῆρχεν, Δημητρίῳ δὲ τῷ βασιλεῖ προθυμουμένῳ στρατεύειν ἐπὶ Ὑρκανὸν οὐκ ἐξεγένετο καιρὸς οὐδὲ ἀφορμὴ τῶν τε Σύρων καὶ τῶν στρατιωτῶν πρὸς αὐτὸν ἀπεχθανομένων, πονηρὸς γὰρ ἦν, καὶ πεμψάντων πρὸς Πτολεμαῖον τὸν Φύσκωνα ἐπικληθέντα πρέσβεις, ὅπως τινὰ τῶν ἐκ τοῦ Σελεύκου γένους παραδῷ αὐτοῖς ἀποληψόμενον τὴν βασιλείαν.
268 τοῦ δὲ Πτολεμαίου πέμψαντος Ἀλέξανδρον μετὰ στρατιᾶς τὸν Ζεβίναν ἐπιλεγόμενον καὶ μάχης πρὸς τὸν Δημήτριον γενομένης, ὁ μὲν ἡττηθεὶς τῇ μάχῃ φεύγει πρὸς Κλεοπάτραν τὴν γυναῖκα εἰς Πτολεμαΐδα καὶ μὴ δεξαμένης αὐτὸν τῆς γυναικὸς ἐκεῖθεν ἀπελθὼν εἰς Τύρον ἁλίσκεται καὶ πολλὰ παθὼν ὑπὸ τῶν μισούντων ἀπέθανεν.
269 Ἀλέξανδρος δὲ τὴν βασιλείαν παραλαβὼν φιλίαν ποιεῖται πρὸς Ὑρκανὸν τὸν ἀρχιερέα. ἔπειτα πολεμήσαντος αὐτῷ τοῦ Δημητρίου παιδὸς Ἀντιόχου τοῦ Γρυποῦ ἐπικληθέντος, ἡττηθεὶς τῇ μάχῃ διαφθείρεται.
270 Παραλαβὼν δὲ τὴν τῆς Συρίας βασιλείαν ὁ Ἀντίοχος ἐπὶ μὲν τὴν Ἰουδαίαν στρατεύειν εὐλαβὴς ἦν τὸν ἀδελφὸν ἀκούων τὸν ὁμομήτριον, Ἀντίοχος δὲ κἀκεῖνος ἐκαλεῖτο, δύναμιν ἐπʼ αὐτὸν ἀπὸ Κυζίκου συλλέγειν.
271 μένων δὲ κατὰ χώραν ἔγνω παρασκευάζειν αὑτὸν πρὸς τὴν ἔφοδον τὴν τἀδελφοῦ, ὃς Κυζικηνὸς μὲν ἐπεκλήθη διὰ τὸ τραφῆναι ἐν ταύτῃ τῇ πόλει, πατρὸς δʼ ἦν Ἀντιόχου τοῦ Σωτῆρος ἐπικληθέντος, ὃς ἐν Πάρθοις ἀπέθανεν· οὗτος δὲ ἀδελφὸς ἦν Δημητρίου τοῦ Γρυποῦ πατρός. συνέβη μέντοι μίαν τοῖς δυσὶν ἀδελφοῖς γῆμαι Κλεοπάτραν, ὡς καὶ ἐν ἄλλοις ἱστορήκαμεν.
272 ὁ δὲ Κυζικηνὸς Ἀντίοχος παραγενόμενος εἰς τὴν Συρίαν πολλοῖς ἔτεσιν πρὸς τὸν ἀδελφὸν πολεμῶν διετέλει. Ὑρκανὸς δὲ πάντα ἐκεῖνον τὸν χρόνον ἐν εἰρήνῃ διῆγεν·
273 καὶ γὰρ αὐτὸς μετὰ τὴν Ἀντιόχου τελευτὴν τῶν Μακεδόνων ἀπέστη καὶ οὔτε ὡς ὑπήκοος οὔτε ὡς φίλος αὐτοῖς οὐδὲν ἔτι παρεῖχεν, ἀλλʼ ἦν αὐτῷ τὰ πράγματα ἐν ἐπιδόσει πολλῇ καὶ ἀκμῇ κατὰ τοὺς Ἀλεξάνδρου τοῦ Ζαβιναίου καιρούς, καὶ μάλιστʼ ἐπὶ τούτοις τοῖς ἀδελφοῖς. ὁ γὰρ πρὸς ἀλλήλους αὐτοῖς πόλεμος σχολὴν Ὑρκανῷ καρποῦσθαι τὴν Ἰουδαίαν ἐπʼ ἀδείας παρεῖχεν, ὡς ἄπειρόν τι χρημάτων πλῆθος συναγαγεῖν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme