Book 13
281
Ὑρκανὸς μὲν οὖν τὴν πόλιν ἑλὼν ἐνιαυτῷ πολιορκήσας οὐκ ἠρκέσθη μόνῳ τούτῳ, ἀλλὰ καὶ πᾶσαν αὐτὴν ἠφάνισεν ἐπίκλυστον τοῖς χειμάρροις ποιήσας· διασκάψας γὰρ αὐτὴν ὥστʼ εἰς χαράδρας μεταπεσεῖν τὰ σημεῖα τοῦ γενέσθαι ποτὲ πόλιν αὐτὴν ἀφείλετο.
282
παράδοξον δέ τι καὶ περὶ τοῦ ἀρχιερέως Ὑρκανοῦ λέγεται, τίνα τρόπον αὐτῷ τὸ θεῖον εἰς λόγους ἦλθεν· φασὶν γάρ, ὅτι κατʼ ἐκείνην τὴν ἡμέραν, καθʼ ἣν οἱ παῖδες αὐτοῦ τῷ Κυζικηνῷ συνέβαλον, αὐτὸς ἐν τῷ ναῷ θυμιῶν μόνος ὢν ἀρχιερεὺς ἀκούσειε φωνῆς, ὡς οἱ παῖδες αὐτοῦ νενικήκασιν ἀρτίως τὸν Ἀντίοχον.
283
καὶ τοῦτο προελθὼν ἐκ τοῦ ναοῦ παντὶ τῷ πλήθει φανερὸν ἐποίησεν, καὶ συνέβη οὕτως γενέσθαι. καὶ τὰ μὲν περὶ Ὑρκανὸν ἐν τούτοις ἦν.
284
Κατὰ δὲ τοῦτον ἔτυχε τὸν καιρὸν μὴ μόνον τοὺς ἐν Ἱεροσολύμοις καὶ τῇ χώρᾳ Ἰουδαίους εὐπραγεῖν, ἀλλὰ καὶ τοὺς ἐν Ἀλεξανδρείᾳ κατοικοῦντας καὶ ἐν Αἰγύπτῳ καὶ Κύπρῳ·
285
Κλεοπάτρα γὰρ ἡ βασίλισσα πρὸς τὸν υἱὸν στασιάζουσα Πτολεμαῖον τὸν Λάθουρον ἐπιλεγόμενον κατέστησεν ἡγεμόνας Χελκίαν καὶ Ἀνανίαν υἱοὺς ὄντας Ὀνίου τοῦ οἰκοδομήσαντος τὸν ναὸν ἐν τῷ Ἡλιοπολίτῃ νομῷ πρὸς τὸν ἐν τοῖς Ἱεροσολύμοις, ὡς καὶ πρόσθεν δεδηλώκαμεν.
286
παραδοῦσα δὲ τούτοις ἡ Κλεοπάτρα τὴν στρατιὰν οὐδὲν δίχα τῆς τούτων γνώμης ἔπραττεν, ὡς μαρτυρεῖ καὶ Στράβων ἡμῖν ὁ Καππάδοξ λέγων οὕτως·
287
οἱ γὰρ πλείους, οἵ τε συνελθόντες καὶ οἱ ὕστερον ἐπιπεμπόμενοι παρὰ τῆς Κλεοπάτρας εἰς Κύπρον, μετεβάλοντο παραχρῆμα πρὸς τὸν Πτολεμαῖον· μόνοι δὲ οἱ ἐκ τῆς Ὀνίου γενόμενοι Ἰουδαῖοι συνέμενον διὰ τὸ τοὺς πολίτας αὐτῶν εὐδοκιμεῖν μάλιστα παρὰ τῇ βασιλίσσῃ Χελκίαν τε καὶ Ἀνανίαν. ταῦτα μὲν οὖν ὁ Στράβων φησίν.
288
Ὑρκανῷ δὲ φθόνον ἐκίνησεν παρὰ τῶν Ἰουδαίων ἡ εὐπραγία, μάλιστα δʼ οἱ Φαρισαῖοι κακῶς πρὸς αὐτὸν εἶχον, αἵρεσις ὄντες μία τῶν Ἰουδαίων, ὡς καὶ ἐν τοῖς ἐπάνω δεδηλώκαμεν. τοσαύτην δὲ ἔχουσι τὴν ἰσχὺν παρὰ τῷ πλήθει, ὡς καὶ κατὰ βασιλέως τι λέγοντες καὶ κατʼ ἀρχιερέως εὐθὺς πιστεύεσθαι.