Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 13

309 ὁ δʼ Ἀντίγονος μηδὲν ὑπιδόμενος κακοῦργον, ἀλλὰ θαρρῶν τῇ παρὰ τἀδελφοῦ διαθέσει, ὡς εἶχεν ἐνδεδυμένος τὴν πανοπλίαν παρεγένετο πρὸς τὸν Ἀριστόβουλον ἐπιδείξων αὐτῷ τὰ ὅπλα. γενόμενον δʼ αὐτὸν κατὰ τὸν Στράτωνος λεγόμενον πύργον, οὗ συνέβαινεν ἀφώτιστον εἶναι σφόδρα τὴν πάροδον, ἀποκτείνουσιν οἱ σωματοφύλακες.
310 διέδειξέν γε μὴν ὁ τούτου θάνατος, ὅτι μηδὲν μήτε φθόνου μήτε διαβολῆς ἰσχυρότερον, μηδʼ ὅ τι μᾶλλον εὔνοιαν καὶ φυσικὴν οἰκειότητα διίστησιν, ἢ ταῦτα τὰ πάθη.
311 μάλιστα δʼ ἄν τις θαυμάσειεν καὶ Ἰούδαν τινά, Ἐσσηνὸν μὲν τὸ γένος, οὐδέποτε δʼ ἐν οἷς προεῖπεν διαψευσάμενον τἀληθές· οὗτος γὰρ ἰδὼν τὸν Ἀντίγονον παριόντα τὸ ἱερὸν ἀνεβόησεν ἐν τοῖς ἑταίροις αὐτοῦ καὶ γνωρίμοις, οἳ διδασκαλίας ἕνεκα τοῦ προλέγειν τὰ μέλλοντα παρέμενον,
312 ὡς ἀποθανεῖν αὐτῷ καλὸν διεψευσμένῳ ζῶντος Ἀντιγόνου, ὃν σήμερον τεθνήξεσθαι προειπὼν ἐν τῷ καλουμένῳ Στράτωνος πύργῳ περιόντα ὁρᾷ, καὶ τοῦ μὲν χωρίου περὶ σταδίους ἀπέχοντος νῦν ἑξακοσίους, ὅπου φονευθήσεσθαι προεῖπεν αὐτόν, τῆς δʼ ἡμέρας ἤδη τὸ πλεῖστον ἠνυσμένον, ὥστʼ αὐτῷ κινδυνεύειν τὸ μάντευμα ψεῦδος εἶναι.
313 ταῦτʼ οὖν λέγοντος αὐτοῦ καὶ κατηφοῦντος ἀγγέλλεται τεθνεὼς Ἀντίγονος ἐν τῷ ὑπογείῳ, ὃ καὶ αὐτὸ Στράτωνος ἐκαλεῖτο πύργος, ὁμώνυμον τῇ παραλίῳ Καισαρείᾳ. τὸν μὲν οὖν μάντιν τοῦτο διετάραξεν.
314 Ἀριστόβουλον δὲ τῆς ἀδελφοκτονίας εὐθὺς εἰσῆλθεν μετάνοια καὶ νόσος ἐπʼ αὐτῇ τῆς διανοίας ὑπὸ τοῦ μύσους κεκακωμένης, ὡς διαφθαρέντων αὐτῷ ὑπὸ ἀκράτου τῆς ὀδύνης τῶν ἐντὸς αἷμα ἀναφέρειν. ὃ τῶν διακονουμένων τις παίδων κατὰ δαιμόνιον οἶμαι πρόνοιαν εἰς τὸν αὐτὸν τόπον, οὗ σφαγέντος Ἀντιγόνου σπίλους ἔτι τοῦ αἵματος ἐκείνου συνέβαινεν εἶναι, κομίζων ὀλισθὼν ἐξέχεεν.
315 γενομένης δὲ βοῆς παρὰ τῶν ἰδόντων ὡς τοῦ παιδὸς ἐξεπίτηδες ἐκχέαντος ἐκεῖ τὸ αἷμα, ἀκούσας Ἀριστόβουλος τὴν αἰτίαν ἐπύθετο, καὶ μὴ λεγόντων ἔτι μᾶλλον ἐπετείνετο μαθεῖν, φύσει τῶν ἀνθρώπων ὑπονοούντων ἐν τοῖς τοιούτοις εἶναι χείρονα τὰ σιγώμενα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme