Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 13

337 ὁ δὲ Ἀλέξανδρος τὴν τοῦ Πτολεμαίου διάνοιαν μαθὼν συνήθροισεν καὶ αὐτὸς περὶ πέντε μυριάδας τῶν ἐγχωρίων, ὡς δʼ ἔνιοι συγγραφεῖς εἰρήκασιν ὀκτώ, καὶ ἀναλαβὼν τὴν δύναμιν ἀπήντα τῷ Πτολεμαίῳ. Πτολεμαῖος δʼ ἐξαίφνης ἐπιπεσὼν Ἀσωχειτω τῆς Γαλιλαίας πόλει σάββασιν αἱρεῖ κατὰ κράτος αὐτὴν καὶ περὶ μύρια σώματα καὶ πολλὴν ἑτέραν ἔλαβε λείαν.
338 Πειράσας δὲ καὶ Σέπφωριν μικρὸν ἄπωθεν τῆς πεπορθημένης πολλοὺς ἀποβαλὼν ᾔει πολεμήσων Ἀλεξάνδρῳ. ὑπήντησε δʼ αὐτῷ πρὸς τῷ Ἰορδάνῃ ποταμῷ Ἀλέξανδρος περί τινα τόπον λεγόμενον Ἀσωφὼν οὐ πόρρωθεν τοῦ Ἰορδάνου ποταμοῦ καὶ βάλλεται στρατόπεδον πλησίον τῶν πολεμίων.
339 εἶχεν μέντοι τοὺς προμαχομένους ὀκτακισχιλίους, οὓς ἑκατονταμάχους προσηγόρευσεν, ἐπιχάλκοις χρωμένους τοῖς θυρεοῖς. ἦσαν δὲ καὶ τοῖς τοῦ Πτολεμαίου προμαχοῦσιν ἐπίχαλκοι αἱ ἀσπίδες. τοῖς μέντοι γε ἄλλοις ἔλαττον ἔχοντες οἱ τοῦ Πτολεμαίου εὐλαβέστερον συνῆψαν εἰς τὸν κίνδυνον.
340 θάρσος δὲ αὐτοῖς οὐκ ὀλίγον ἐνεποίησεν ὁ τακτικὸς Φιλοστέφανος διαβῆναι κελεύσας τὸν ποταμόν, οὗ μεταξὺ ἦσαν ἐστρατοπεδευκότες. Ἀλεξάνδρῳ δὲ κωλύειν αὐτῶν τὴν διάβασιν οὐκ ἔδοξεν· ἐνόμιζεν γάρ, εἰ κατὰ νώτου λάβοιεν τὸν ποταμόν, ῥᾷον αἱρήσειν τοὺς πολεμίους φεύγειν ἐκ τῆς μάχης οὐ δυναμένους.
341 κατʼ ἀρχὰς μὲν οὖν παρʼ ἀμφοτέρων ἦν ἔργα χειρῶν καὶ προθυμίας παραπλήσια καὶ πολὺς ἐγένετο φόνος ἐξ ἑκατέρων τῶν στρατευμάτων, ὑπερτέρων δὲ τῶν Ἀλεξάνδρου γινομένων Φιλοστέφανος διελὼν τὴν δύναμιν δεξιῶς τοῖς ἐνδιδοῦσιν ἐπεκούρει.
342 μηδενὸς δὲ τῷ κλιθέντι μέρει τῶν Ἰουδαίων προσβοηθοῦντος τούτους μὲν συνέβαινε φεύγειν μὴ βοηθούντων τῶν πλησίον ἀλλὰ κοινωνούντων τῆς φυγῆς, οἱ δὲ τοῦ Πτολεμαίου τὰ ἐναντία τούτων ἔπραττον·
343 ἑπόμενοι γὰρ ἔκτεινον τοὺς Ἰουδαίους, καὶ τὸ τελευταῖον τραπέντας αὐτοὺς ἅπαντας ἐδίωκον φονεύοντες ἕως οὗ καὶ ὁ σίδηρος αὐτοῖς ἠμβλύνθη κτείνουσιν καὶ αἱ χεῖρες παρείθησαν.
344 τρισμυρίους γοῦν ἔφασαν αὐτῶν ἀποθανεῖν, Τιμαγένης δὲ πεντακισμυρίους εἴρηκεν, τῶν δὲ ἄλλων τοὺς μὲν αἰχμαλώτους ληφθῆναι, τοὺς δʼ εἰς τὰ οἰκεῖα διαφεύγειν χωρία.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme