Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 13

345 Πτολεμαῖος δὲ μετὰ τὴν νίκην προσκαταδραμὼν τὴν χώραν ὀψίας ἐπιγενομένης ἔν τισι κώμαις τῆς Ἰουδαίας κατέμεινεν, ἃς γυναικῶν εὑρὼν μεστὰς καὶ νηπίων ἐκέλευσεν τοὺς στρατιώτας ἀποσφάττοντας αὐτοὺς καὶ κρεουργοῦντας ἔπειτα εἰς λέβητας ζέοντας ἐνιέντας τὰ μέλη ἀπάρχεσθαι.
346 τοῦτο δὲ προσέταξεν, ἵνʼ οἱ διαφυγόντες ἐκ τῆς μάχης καὶ πρὸς αὑτοὺς ἐλθόντες σαρκοφάγους ὑπολάβωσιν εἶναι τοὺς πολεμίους, καὶ διὰ τοῦτο ἔτι μᾶλλον αὐτοὺς καταπλαγῶσι ταῦτʼ ἰδόντες.
347 λέγει δὲ καὶ Στράβων καὶ Νικόλαος, ὅτι τοῦτον αὐτοῖς ἐχρήσαντο τὸν τρόπον, καθὼς κἀγὼ προείρηκα. ἔλαβον δὲ καὶ τὴν Πτολεμαΐδα κατὰ κράτος, ὡς καὶ ἐν ἄλλοις φανερὸν πεποιήκαμεν.
348 Κλεοπάτρα δʼ ὁρῶσα τὸν υἱὸν αὐξανόμενον καὶ τήν τε Ἰουδαίαν ἀδεῶς πορθοῦντα καὶ τὴν Γαζαίων πόλιν ὑπήκοον ἔχοντα, περιιδεῖν οὐκ ἔγνω τοῦτον ἐπὶ ταῖς πύλαις ὄντα καὶ ποθοῦντα τὴν τῶν Αἰγυπτίων μείζω γενόμενον,
349 ἀλλὰ παραχρῆμα μετὰ καὶ ναυτικῆς καὶ πεζῆς δυνάμεως ἐπʼ αὐτὸν ἐξώρμησεν ἡγεμόνας τῆς ὅλης στρατιᾶς ἀποδείξασα Χελκίαν καὶ Ἀνανίαν τοὺς Ἰουδαίους, τὰ δὲ πολλὰ τοῦ πλούτου καὶ τοὺς υἱωνοὺς καὶ διαθήκας πέμψασα Κῴοις παρέθετο.
350 κελεύσασα δὲ τὸν υἱὸν Ἀλέξανδρον στόλῳ μεγάλῳ παραπλεῖν εἰς Φοινίκην ἡ Κλεοπάτρα μετὰ πάσης αὐτὴ τῆς δυνάμεως ἧκεν εἰς Πτολεμαΐδα, μὴ δεξαμένων δὲ αὐτὴν τῶν Πτολεμαιῶν πολιορκεῖ τὴν πόλιν.
351 Πτολεμαῖος δʼ ἐκ τῆς Συρίας ἀπελθὼν ἐπὶ τὴν Αἴγυπτον ἔσπευσεν, αἰφνιδίως αὐτὴν οἰόμενος κενὴν οὖσαν στρατιᾶς καθέξειν· ἀλλὰ διαμαρτάνει τῆς ἐλπίδος. κατὰ τοῦτον δὴ τὸν χρόνον συνέβη καὶ Χελκίαν τὸν ἕτερον τῶν τῆς Κλεοπάτρας ἡγεμόνων ἀποθανεῖν περὶ κοίλην Συρίαν διώκοντα Πτολεμαῖον.
352 Ἀκούσασα δʼ ἡ Κλεοπάτρα τὴν ἐπιχείρησιν τὴν τοῦ υἱοῦ καὶ ὅτι τὰ περὶ τὴν Αἴγυπτον οὐχ ὃν προσεδόκα τρόπον προκεχώρηκεν αὐτῷ, πέμψασα μέρος τῆς στρατιᾶς ἐξέβαλεν αὐτὸν ἀπὸ τῆς χώρας. καὶ ὁ μὲν ἐκ τῆς Αἰγύπτου πάλιν ὑποστρέψας τὸν χειμῶνα διέτριψεν ἐν Γάζῃ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme