Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 13

369 Ἀντιόχου δὲ τοῦ Κυζικηνοῦ παιδὸς βασιλεύοντος τῆς Συρίας Ἀντίοχος ὁ Σελεύκου ἀδελφὸς ἐκφέρει πόλεμον πρὸς αὐτὸν καὶ νικηθεὶς ἀπόλλυται μετὰ τῆς στρατιᾶς. μετὰ δʼ αὐτὸν ὁ ἀδελφὸς αὐτοῦ Φίλιππος ἐπιθέμενος διάδημα μέρους τινὸς τῆς Συρίας ἐβασίλευσεν.
370 Πτολεμαῖος δὲ ὁ Λάθουρος τὸν τρίτον αὐτῶν ἀδελφὸν Δημήτριον τὸν Ἄκαιρον λεγόμενον ἐκ Κνίδου μεταπεμψάμενος κατέστησεν ἐν Δαμασκῷ βασιλέα.
371 τούτοις δὲ τοῖς δυσὶν ἀδελφοῖς καρτερῶς ἀνθιστάμενος Ἀντίοχος ταχέως ἀπέθανεν· Λαοδίκῃ γὰρ ἐλθὼν σύμμαχος τῇ τῶν Σαμηνῶν βασιλίσσῃ Πάρθους πολεμούσῃ μαχόμενος ἀνδρείως ἔπεσεν. τὴν δὲ Συρίαν οἱ δύο κατεῖχον ἀδελφοὶ Δημήτριος καὶ Φίλιππος, καθὼς ἐν ἄλλοις δεδήλωται.
372 Ἀλέξανδρος δὲ τῶν οἰκείων πρὸς αὐτὸν στασιασάντων, ἐπανέστη γὰρ αὐτῷ τὸ ἔθνος ἑορτῆς ἀγομένης καὶ ἑστῶτος αὐτοῦ ἐπὶ τοῦ βωμοῦ καὶ θύειν μέλλοντος κιτρίοις αὐτὸν ἔβαλλον, νόμου ὄντος παρὰ τοῖς Ἰουδαίοις ἐν τῇ σκηνοπηγίᾳ ἔχειν ἕκαστον θύρσους ἐκ φοινίκων καὶ κιτρίων, δεδηλώκαμεν δὲ καὶ ταῦτα ἐν ἄλλοις, προσεξελοιδόρησαν δʼ αὐτὸν ὡς ἐξ αἰχμαλώτων γεγονότα καὶ τῆς τιμῆς καὶ τοῦ θύειν ἀνάξιον,
373 ἐπὶ τούτοις ὀργισθεὶς κτείνει μὲν αὐτῶν περὶ ἑξακισχιλίους, δρύφακτον δὲ ξύλινον περὶ τὸν βωμὸν καὶ τὸν ναὸν βαλόμενος μέχρι τοῦ θριγκοῦ, εἰς ὃν μόνοις ἐξῆν τοῖς ἱερεῦσιν εἰσιέναι, τούτῳ τὴν τοῦ πλήθους ἐπʼ αὐτὸν ἀπέφραττεν εἴσοδον.
374 ἔτρεφεν δὲ καὶ ξένους Πισίδας καὶ Κίλικας· Σύροις γὰρ πολέμιος ὢν οὐκ ἐχρῆτο. καταστρεψάμενος δὲ τῶν Ἀράβων Μωαβίτας καὶ Γαλααδίτας εἰς φόρου ἀπαγωγήν, κατερείπει καὶ Ἀμαθοῦντα Θεοδώρου μὴ τολμῶντος αὐτῷ συμβαλεῖν.
375 συνάψας δὲ μάχην πρὸς Ὀβέδαν τὸν Ἀράβων βασιλέα καὶ πεσὼν εἰς ἐνέδραν ἐν χωρίοις τραχέσι καὶ δυσβάτοις ὑπὸ πλήθους καμήλων εἰς βαθεῖαν κατερράχθη φάραγγα κατὰ Γάδαρα κώμην τῆς ϊουδάνιδος καὶ μόλις αὐτὸς διασώζεται, φεύγων δʼ ἐκεῖθεν εἰς Ἱεροσόλυμα παραγίνεται.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme