Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 14

69 Ἐπεὶ δὲ τοῦ μηχανήματος προσαχθέντος σεισθεὶς ὁ μέγιστος τῶν πύργων κατηνέχθη καὶ παρέρρηξέν τι χωρίον, εἰσεχέοντο μὲν οἱ πολέμιοι, πρῶτος δὲ αὐτῶν Κορνήλιος Φαῦστος Σύλλα παῖς σὺν τοῖς ἑαυτοῦ στρατιώταις ἐπέβη τοῦ τείχους, μετὰ δὲ αὐτὸν Φούριος ἑκατοντάρχης ἅμα τοῖς ἑπομένοις κατὰ θάτερον μέρος, διὰ μέσων δὲ Φάβιος καὶ αὐτὸς ἑκατοντάρχης σὺν στίφει καρτερῷ.
70 φόνου δὲ ἦν τὰ πάντα ἀνάπλεα. καὶ τῶν Ἰουδαίων οἱ μὲν ὑπὸ Ῥωμαίων, οἱ δʼ ὑπὸ ἀλλήλων ἀνῃροῦντο, εἰσὶν δʼ οἳ καὶ κατὰ κρημνῶν ἑαυτοὺς ἐρρίπτουν καὶ πῦρ ἐνιέντες εἰς τὰς οἰκίας ἐνεπίμπραντο τὰ γινόμενα καρτερεῖν οὐχ ὑπομένοντες.
71 ἔπεσον δὲ τῶν μὲν Ἰουδαίων εἰς μυρίους καὶ δισχιλίους, Ῥωμαίων δὲ πάνυ ὀλίγοι. ἐλήφθη δὲ αἰχμάλωτος καὶ Ἀψάλωμος, θεῖος ἅμα καὶ πενθερὸς Ἀριστοβούλου. παρηνομήθη δὲ οὐ σμικρὰ περὶ τὸν ναὸν ἄβατόν τε ὄντα ἐν τῷ πρὶν χρόνῳ καὶ ἀόρατον·
72 παρῆλθεν γὰρ εἰς τὸ ἐντὸς ὁ Πομπήιος καὶ τῶν περὶ αὐτὸν οὐκ ὀλίγοι καὶ εἶδον ὅσα μὴ θεμιτὸν ἦν τοῖς ἄλλοις ἀνθρώποις ἢ μόνοις τοῖς ἀρχιερεῦσιν. ὄντων δὲ τραπέζης τε χρυσῆς καὶ λυχνίας ἱερᾶς καὶ σπονδείων καὶ πλήθους ἀρωμάτων, χωρὶς δὲ τούτων ἐν τοῖς θησαυροῖς ἱερῶν χρημάτων εἰς δύο χιλιάδας ταλάντων, οὐδενὸς ἥψατο διʼ εὐσέβειαν, ἀλλὰ κἀν τούτῳ ἀξίως ἔπραξεν τῆς περὶ αὐτὸν ἀρετῆς.
73 τῇ τε ὑστεραίᾳ καθαίρειν παραγγείλας τὸ ἱερὸν τοῖς ναοπόλοις καὶ τὰ νόμιμα ἐπιφέρειν τῷ θεῷ τὴν ἀρχιερωσύνην ἀπέδωκεν Ὑρκανῷ διά τε τἆλλα ὅσα χρήσιμος ὑπῆρξεν αὐτῷ, καὶ ὅτι τοὺς κατὰ τὴν χώραν Ἰουδαίους Ἀριστοβούλῳ συμπολεμεῖν ἐκώλυσεν, καὶ τοὺς αἰτίους τοῦ πολέμου τῷ πελέκει διεχρήσατο. τὸν δὲ Φαῦστον καὶ τοὺς ἄλλους ὅσοι τῷ τείχει προθύμως ἐπέβησαν τῶν πρεπόντων ἀριστείων ἠξίωσεν.
74 καὶ τὰ μὲν Ἱεροσόλυμα ὑποτελῆ φόρου Ῥωμαίοις ἐποίησεν, ἃς δὲ πρότερον οἱ ἔνοικοι πόλεις ἐχειρώσαντο τῆς κοίλης Συρίας ἀφελόμενος ὑπὸ τῷ σφετέρῳ στρατηγῷ ἔταξεν καὶ τὸ σύμπαν ἔθνος ἐπὶ μέγα πρότερον αἰρόμενον ἐντὸς τῶν ἰδίων ὅρων συνέστειλεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme