Book 14
82
Χρόνῳ δʼ ὕστερον Ἀλεξάνδρου τὴν Ἰουδαίαν κατατρέχοντος τοῦ Ἀριστοβούλου παιδὸς Γαβίνιος ἐκ Ῥώμης στρατηγὸς εἰς Συρίαν ἧκεν, ὃς ἄλλα τε λόγου ἄξια διεπράξατο καὶ ἐπʼ Ἀλέξανδρον ἐστράτευσεν, μηκέτι Ὑρκανοῦ πρὸς τὴν ἐκείνου ῥώμην ἀντέχειν δυναμένου, ἀλλʼ ἀνεγείρειν ἤδη καὶ τὸ τῶν Ἱεροσολύμων τεῖχος ἐπιχειροῦντος, ὅπερ καθεῖλεν Πομπήιος.
83
ἀλλὰ τούτου μὲν αὐτὸν ἐπέσχον οἱ ἐνταῦθα Ῥωμαῖοι. περιιὼν δὲ ἐν κύκλῳ τὴν χώραν πολλοὺς ὥπλιζεν τῶν Ἰουδαίων καὶ συνέλεξεν ταχὺ μυρίους μὲν ὁπλίτας πεντακοσίους δὲ πρὸς τοῖς χιλίοις ἱππεῖς, Ἀλεξάνδρειόν τε ὠχύρου τὸ πρὸς ταῖς Κορέαις ἔρυμα καὶ Μαχαιροῦντα πρὸς τοῖς Ἀραβίοις ὄρεσιν.
84
ἔρχεται οὖν ἐπʼ αὐτὸν Γαβίνιος Μᾶρκον Ἀντώνιον προπέμψας σὺν ἄλλοις ἡγεμόσιν· οἱ δὲ ὁπλίσαντες Ῥωμαίων τοὺς ἑπομένους καὶ σὺν τούτοις τοὺς ὑπηκόους Ἰουδαίους, ὧν Πειθόλαος ἡγεῖτο καὶ Μάλιχος, προσλαβόντες δὲ καὶ τὸ Ἀντιπάτρου ἑταιρικὸν ὑπήντων Ἀλεξάνδρῳ· ἠκολούθει δὲ καὶ Γαβίνιος σὺν τῇ φάλαγγι.
85
καὶ ἀναχωρεῖ μὲν ἐγγὺς Ἱεροσολύμων Ἀλέξανδρος, συμπεσόντων δὲ ἀλλήλοις ἐκεῖ καὶ μάχης γενομένης κτείνουσι μὲν οἱ Ῥωμαῖοι τῶν πολεμίων περὶ τρισχιλίους, ζωγροῦσι δὲ οὐκ ἔλαττον.
86
Ἐν τούτῳ Γαβίνιος ἐπʼ Ἀλεξάνδρειον ἐλθὼν προυκαλεῖτο τοὺς ἔνδον εἰς διαλύσεις συγγνώσεσθαι περὶ τῶν πρόσθεν αὐτοῖς ἡμαρτημένων ὁμολογῶν. στρατοπεδευομένων δὲ πολλῶν πρὸ τοῦ ἐρύματος πολεμίων, ἐφʼ οὓς ἀνῄεσαν οἱ Ῥωμαῖοι, Μᾶρκος Ἀντώνιος ἐπιφανῶς ἀγωνισάμενος καὶ πολλοὺς ἀποκτείνας ἔδοξεν ἠριστευκέναι.
87
Γαβίνιος μὲν οὖν μέρος τῆς στρατιᾶς ἐνταυθοῖ καταλιπών, ἕως ἂν ἐκπολιορκηθῇ τὸ χωρίον, αὐτὸς ἐπῄει τὴν ἄλλην Ἰουδαίαν, καὶ ὅσαις ἐπετύγχανεν καθῃρημέναις τῶν πόλεων κτίζειν παρεκελεύετο.
88
καὶ ἀνεκτίσθησαν Σαμάρεια καὶ Ἄζωτος καὶ Σκυθόπολις καὶ Ἀνθηδὼν καὶ Ῥάφεια καὶ Ἄδωρα Μάρισά τε καὶ Γάζα καὶ ἄλλαι οὐκ ὀλίγαι. τῶν δὲ ἀνθρώπων πειθομένων οἷς ὁ Γαβίνιος προσέταττεν βεβαίως οἰκηθῆναι τότε συνέβαινε τὰς πόλεις πολὺν χρόνον ἐρήμους γενομένας.