Book 14
arg
ὡς Πομπηίου κατὰ πόδας μετὰ τῆς στρατιᾶς παρακολουθήσαντος μετενόησεν Ἀριστόβουλος καὶ προελθὼν ἄχρι Ἱεριχοῦντος ἀπήντησεν αὐτῷ καὶ συγγνώμης τυχεῖν δεηθεὶς περὶ τῶν ἡμαρτημένων τήν τε πόλιν καὶ τὰ χρήματα παραδώσειν ὑπέσχετο, καὶ Πομπηίου πέμψαντος Γαβίνιον μετὰ ἐπιλέκτων στρατιωτῶν ἐπί τε τὴν τῆς πόλεως παράληψιν καὶ τῶν χρημάτων οἱ Ἱεροσολυμῖται τὸν Ἀριστόβουλον ὁρῶντες ἐν φυλακῇ καθεστῶτα τὰς πύλας ἀπέκλεισαν τοῖς Ῥωμαίοις.
arg
ὡς ἐπὶ τούτῳ παροξυνθεὶς Πομπήιος Ἀριστόβουλον μὲν ἔδησεν, προσαγαγὼν δὲ τὴν δύναμιν ἐπολιόρκει τὴν πόλιν, καὶ δέχονται μὲν αὐτὸν οἱ τὰ Ὑρκανοῦ φρονοῦντες εἰς τὴν πόλιν τὴν ἄνω, οἱ δὲ τὰ Ἀριστοβούλου φεύγουσιν εἰς τὸ ἱερόν.
arg
ὡς αἱρεῖ κατὰ κράτος τὸ ἱερὸν καὶ τὴν κάτω πόλιν ὁ Πομπήιος τῷ τρίτῳ μηνί.
arg
περὶ τῆς ἐπιεικείας αὐτοῦ καὶ θεοσεβείας, ὅτι μηδενὸς ἔψαυσεν τῶν ἐν τῷ ἱερῷ πολλῶν ὄντων τῶν ἐν αὐτῷ χρημάτων.
arg
ὅτι ταῦτα διαπραξάμενος καὶ τὴν Ἰουδαίαν ποιήσας φόροις ὑποτελῆ καὶ Ὑρκανὸν ἀποδείξας ἐθνάρχην Ἀριστόβουλον μὲν δέσμιον μετὰ τῆς γενεᾶς εἰς Ῥώμην ἀνήγαγεν, Σκαῦρον δὲ τῆς Συρίας ἐπίτροπον κατέλιπεν.
arg
ὅτι Σκαύρου στρατεύσαντος ἐπὶ Πέτραν βασίλειον οὖσαν τῶν Ἀράβων καὶ πολιορκοῦντος, ἐν ἐνδείᾳ τῶν στρατιωτῶν αὐτοῦ γενομένων Ἀντίπατρος πείθει τὸν Ἄραβα δόντα Σκαύρῳ τάλαντα τριακόσια συμμαχίαν πρὸς αὐτὸν ποιήσασθαι.
arg
ὡς Ἀλέξανδρος ὁ Ἀριστοβούλου παῖς φυγὼν Πομπήιον καὶ παραγενόμενος εἰς Ἰουδαίαν στρατιᾶς αὐτῷ πολλῆς γενομένης πόλεμον ἐξήνεγκεν πρὸς Ὑρκανὸν καὶ Ἀντίπατρον.
arg
ὡς ὑπὸ Γαβινίου κρατηθεὶς τῇ μάχῃ καὶ κατακλεισθεὶς εἰς Ἀλεξάνδρειον τὸ φρούριον ἐπολιορκεῖτο.
arg
ὡς Γαβίνιος πεισάσης τῆς μητρὸς τῆς Ἀλεξάνδρου παραδοῦναι αὐτόν τε καὶ τὸ φρούριον λαβὼν τὸν μὲν Ἀλέξανδρον ἀφῆκεν, ἔγραψεν δὲ καὶ τῇ συγκλήτῳ τοὺς ἀδελφοὺς αὐτοῦ, οἳ ἦσαν μετὰ Ἀριστοβούλου τοῦ πατρὸς δεδεμένοι, λῦσαι καὶ ἀποπέμψαι πρὸς τὴν μητέρα, δηλῶν αὐτῆς τὸ πρὸς Ῥωμαίους πισὸν καὶ ὡς ἔστιν ἀξία ταύτης τῆς χάριτος τυγχάνειν.
arg
ὡς μετὰ ταῦτα φυγόντα ἐκ Ῥώμης Ἀριστόβουλον εἰς Ἰουδαίαν λαβὼν Γαβίνιος αἰχμάλωτον πάλιν ἀνέπεμψεν εἰς Ῥώμην.