Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 14

118 ἐν Αἰγύπτῳ μὲν οὖν ἴσχυσε τὸ ἔθνος διὰ τὸ Αἰγυπτίους εἶναι τὸ ἐξ ἀρχῆς τοὺς Ἰουδαίους καὶ διὰ τὸ πλησίον ἔσεσθαι τὴν κατοικίαν τοὺς ἀπελθόντας ἐκεῖθεν, εἰς δὲ τὴν Κυρηναίαν μετέβη διὰ τὸ καὶ ταύτην ὅμορον εἶναι τῇ τῶν Αἰγυπτίων ἀρχῇ καθάπερ τὴν Ἰουδαίαν μᾶλλον δὲ τῆς ἀρχῆς ἐκείνης πρότερον. Στράβων μὲν δὴ ταῦτα λέγει.
119 Κράσσος δὲ πάντα διοικήσας ὃν αὐτὸς ἐβούλετο τρόπον ἐξώρμησεν ἐπὶ τὴν Παρθυαίαν· καὶ αὐτὸς μὲν σὺν ἅπαντι διεφθάρη τῷ στρατῷ, ὡς καὶ ἐν ἄλλοις δεδήλωται, Κάσσιος δὲ εἰς Συρίαν φυγὼν καὶ περιποιησάμενος αὐτὴν Πάρθοις ἐμποδὼν ἦν ἐκτρέχουσιν ἐπʼ αὐτὴν διὰ τὴν κατὰ Κράσσου νίκην.
120 αὖθις δʼ εἰς Τύρον ἀφικόμενος ἀνέβη καὶ εἰς τὴν Ἰουδαίαν. Ταριχέας μὲν οὖν εὐθὺς προσπεσὼν αἱρεῖ καὶ περὶ τρισμυρίους ἀνθρώπους ἀνδραποδίζει, Πειθόλαον δὲ τὸν τὴν Ἀριστοβούλου στάσιν διαδεδεγμένον κτείνει πρὸς τοῦτʼ αὐτὸν Ἀντιπάτρου παραστησαμένου,
121 ᾧ πολύ τε καὶ παρʼ αὐτῷ συνέβαινε δύνασθαι καὶ πλείστου τότε ἄξιος ἦν καὶ παρὰ Ἰουδαίων οἷς παρὼν ἄγεται γυναῖκα τῶν ἐπισήμων ἐξ Ἀραβίας Κύπρον ὄνομα, ἐξ ἧς αὐτῷ τέσσαρες ἐγένοντο παῖδες, Φασάηλος καὶ Ἡρώδης, ὃς ὕστερον βασιλεὺς γίνεται, Ἰώσηπός τε καὶ Φερώρας, θυγάτηρ τε Σαλώμη.
122 οὗτος ὁ Ἀντίπατρος ἐπεποίητο καὶ πρὸς τοὺς ἄλλους δυνάστας φιλίαν τε καὶ ξενίαν, μάλιστα δὲ πρὸς τὸν Ἀράβων, ᾧ καὶ τὰ τέκνα πολεμῶν πρὸς Ἀριστόβουλον παρέθετο. Κάσσιος μὲν οὖν ἀναστρατευσάμενος ἐπὶ τὸν Εὐφράτην ἠπείγετο ὑπαντιάσων τοῖς ἐκεῖθεν ἐπιοῦσιν, ὡς καὶ ὑπʼ ἄλλων δεδήλωται.
123 Χρόνῳ δʼ ὕστερον Καῖσαρ κατασχὼν Ῥώμην μετὰ τὸ Πομπήιον καὶ τὴν σύγκλητον φυγεῖν πέραν τοῦ Ἰονίου παραλύσας τῶν δεσμῶν Ἀριστόβουλον εἰς Συρίαν πέμπειν διεγνώκει δύο παραδοὺς αὐτῷ τάγματα, ὡς ἂν εὐτρεπίζοι τὰ κατʼ αὐτὴν δυνατὸς ὤν.
124 Ἀριστόβουλος δʼ οὐκ ὤνατο τῶν ἐλπίδων, ἐφʼ αἷς ἔτυχε τῆς παρὰ Καίσαρος ἐξουσίας, ἀλλʼ αὐτὸν φθάσαντες οἱ τὰ Πομπηίου φρονοῦντες φαρμάκῳ διαφθείρουσιν, θάπτουσι δʼ αὐτὸν οἱ τὰ Καίσαρος θεραπεύοντες πράγματα, καὶ ὁ νεκρὸς ἔκειτο ἐν μέλιτι κεκηδευμένος ἐπὶ χρόνον πολὺν ἕως Ἀντώνιος αὐτὸν ὕστερον ἀποπέμψας εἰς τὴν Ἰουδαίαν ἐν ταῖς βασιλικαῖς θήκαις ἐποίησεν τεθῆναι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme