Book 14
arg
Κράσσου κατὰ τὴν ἐπὶ Πάρθους στρατείαν εἰς τὴν Ἰουδαίαν ἀνάβασις καὶ σύλησις τῶν ἐν τῷ ἱερῷ χρημάτων.
arg
φυγὴ Πομπηίου εἰς Ἤπειρον καὶ Σκιπίωνος ὑπ' αὐτοῦ πεμφθέντος εἰς Συρίαν ἄφιξις ἐντολὴν ἔχοντος ἀποκτεῖναι Ἀλέξανδρον.
arg
ὅτι Καῖσαρ λύσας Ἀριστόβουλον οἷός τε ἦν πέμψαι μετὰ δύο ταγμάτων εἰς Ἰουδαίαν, ἔφθη δ' ὑπὸ τῶν τὰ Πομπηίου φρονούντων διαφθαρεὶς Ἀριστόβουλος φαρμάκῳ.
arg
Καίσαρος ἐπ' Αἰγύπτου στρατεία, καὶ ὡς συνεμάχησαν αὐτῷ Ὑρκανός τε καὶ Ἀντίπατρος καὶ τοὺς Ἰουδαίους αὐτῷ συμμάχους ἐποίησαν.
arg
Ἀντιπάτρου προθύμως ἀγωνισαμένου κατὰ τὴν μάχην ἀριστεία καὶ διὰ τοῦτο φιλία πρὸς Καίσαρα, καὶ ὡς Ὑρκανὸν Καῖσαρ ἐπὶ τῇ νίκῃ χαίρων ἐτίμησεν μεγάλως ἐπιτρέψας αὐτῷ τὰ τῆς πατρίδος ἀναστῆσαι τείχη.
arg
ὡς Ἀντιπάτρῳ τὴν τῆς Ἰουδαίας ἐπιτροπὴν ἐνεχείρισεν.
arg
Καίσαρος ἐπιστολαὶ καὶ δόγματα συγκλήτου περὶ τῆς πρὸς Ἰουδαίους φιλίας.
arg
ὅτι Ἀντίπατρος τοῖς παισὶν Ἡρώδῃ μὲν τὴν τῆς Γαλιλαίας πρόνοιαν Φασαήλῳ δ' ἐπέτρεψεν τὴν Ἱεροσολύμων.
arg
ὡς Καῖσαρ Σέξστος δωροδοκηθεὶς ὑφ' Ἡρώδου ἡγεμόνος ὄντος ἐν Συρίᾳ μέγαν καὶ ἔνδοξον ἐποίησεν Ἡρώδην καταστήσας ἄρχοντα τῆς κοίλης Συρίας.
arg
ὡς Κάσσιος Καίσαρος ἀποθανόντος εἰς τὴν Ἰουδαίαν ἀναβὰς τήν τε χώραν ἐκάκωσεν καὶ τάλαντα ὀκτακόσια παρ' αὐτῶν εἰσεπράξατο, πῶς τε Ἡρώδης ἐκ τῆς εἰσπράξεως τῶν χρημάτων σπουδαῖος ἔδοξεν Κασσίῳ.
arg
Μαλίχου τελευτὴ τοῦ πρὸς Ἡρώδην στασιάσαντος Κασσίου κελεύσαντος.
arg
θάνατος τῶν ἀπὸ τῆς Ἰουδαίας πρεσβευτῶν ὑπὸ Ἀντωνίου μετὰ τὴν ἐν Μακεδονίᾳ νίκην ἐν Συρίᾳ γενομένου καὶ ἀγανακτήσαντος ἐπὶ τῷ Ἡρώδου κατηγορῆσαι. ταῦτα δ' ἔπραξεν χρήμασι πείσαντος αὐτὸν τοῦ Ἡρώδου.
arg
στρατεία Πάρθων εἰς Συρίαν, καθ' ἣν τὸν Ἀριστοβούλου υἱὸν Ἀντίγονον εἰς τὴν βασιλείαν κατήγαγον.
arg
ὡς Ὑρκανὸν καὶ Φασάηλον τὸν ἀδελφὸν Ἡρώδου αἰχμαλώτους ἔλαβον.
arg
ὡς Ἡρώδης φεύγων ἐκεῖθεν εἰς τὴν Ἰταλίαν παραγενόμενος εἰς τὴν Ῥώμην καὶ δεηθεὶς Ἀντωνίου χρήματα πολλὰ ὑποσχόμενος ἀπεδείχθη ὑπό τε τῆς συγκλήτου καὶ Καίσαρος βασιλεὺς τῆς Ἰουδαίας.
arg
ἔκπλους Ἡρώδου μετὰ ταῦτα ἀπὸ Ῥώμης εἰς τὴν Ἰουδαίαν καὶ μάχη πρὸς Ἀντίγονον στρατιᾶς αὐτῷ Ῥωμαϊκῆς ἑπομένης καὶ ἡγεμόνος Σίλωνος.