Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 14

226 Ἀλέξανδρος Θεοδώρου πρεσβευτὴς Ὑρκανοῦ τοῦ Ἀλεξάνδρου υἱοῦ ἀρχιερέως καὶ ἐθνάρχου τῶν Ἰουδαίων ἐνεφάνισέν μοι περὶ τοῦ μὴ δύνασθαι στρατεύεσθαι τοὺς πολίτας αὐτοῦ διὰ τὸ μήτε ὅπλα βαστάζειν δύνασθαι μήτε ὁδοιπορεῖν ἐν ταῖς ἡμέραις τῶν σαββάτων, μήτε τροφῶν τῶν πατρίων καὶ συνήθων κατὰ τούτους εὐπορεῖν.
227 ἐγώ τε οὖν αὐτοῖς, καθὼς καὶ οἱ πρὸ ἐμοῦ ἡγεμόνες, δίδωμι τὴν ἀστρατείαν καὶ συγχωρῶ χρῆσθαι τοῖς πατρίοις ἐθισμοῖς ἱερῶν ἕνεκα καὶ ἁγίοις συναγομένοις, καθὼς αὐτοῖς νόμιμον, καὶ τῶν πρὸς τὰς θυσίας ἀφαιρεμάτων, ὑμᾶς τε βούλομαι ταῦτα γράψαι κατὰ πόλεις.
228 Καὶ ταῦτα μὲν ὁ Δολαβέλλας Ὑρκανοῦ πρεσβευσαμένου πρὸς αὐτὸν ἐχαρίσατο τοῖς ἡμετέροις. Λεύκιος δὲ Λέντλος ὕπατος εἶπεν· πολίτας Ῥωμαίων Ἰουδαίους ἱερὰ Ἰουδαϊκὰ ἔχοντας καὶ ποιοῦντας ἐν Ἐφέσῳ πρὸ τοῦ βήματος δεισιδαιμονίας ἕνεκα στρατείας ἀπέλυσα πρὸ δώδεκα καλανδῶν Ὀκτωβρίων Λευκίω Λέντλω Γαΐω Μαρκέλλω ὑπάτοις.
229 παρῆσαν Τίτος Ἄμπιος Τίτου υἱὸς Βάλβος Ὁρατία πρεσβευτής, Τίτος Τόνγιος Τίτου υἱὸς Κροστομίνα, Κόιντος Καίσιος Κοΐντου, Τίτος Πομπήιος Τίτου Λογγῖνος, Γάιος Σερουίλιος Γαΐου υἱὸς Τηρητίνα Βράκκος χιλίαρχος, Πόπλιος Κλούσιος Ποπλίου Ἐτωρία Γάλλος, Γάιος Σέντιος Γαΐου υἱὸς Σαβατίνα.
230 Τίτος Ἄμπιος Τίτου υἱὸς Βάλβος πρεσβευτὴς καὶ ἀντιστράτηγος Ἐφεσίων ἄρχουσι βουλῇ δήμῳ χαίρειν. Ἰουδαίους τοὺς ἐν τῇ Ἀσίᾳ Λεύκιος Λέντλος ὁ ὕπατος ἐμοῦ ἐντυχόντος ἀπέλυσεν τῆς στρατείας. αἰτησάμενος δὲ μετὰ ταῦτα καὶ παρὰ Φαννίου τοῦ ἀντιστρατήγου καὶ παρὰ Λευκίου Ἀντωνίου τοῦ ἀντιταμίου ἐπέτυχον ὑμᾶς τε βούλομαι φροντίσαι, ἵνα μή τις αὐτοῖς διενοχλῇ.
231 Ψήφισμα Δηλίων. ἐπʼ ἄρχοντος Βοιωτοῦ μηνὸς Θαργηλιῶνος εἰκοστῇ χρηματισμὸς στρατηγῶν. Μᾶρκος Πείσων πρεσβευτὴς ἐνδημῶν ἐν τῇ πόλει ἡμῶν ὁ καὶ τεταγμένος ἐπὶ τῆς στρατολογίας προσκαλεσάμενος ἡμᾶς καὶ ἱκανοὺς τῶν πολιτῶν προσέταξεν,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme