Book 14
285
Μετʼ οὐ πολὺ δʼ ἐνστάσης τῆς ἐν Ἱεροσολύμοις ἑορτῆς παρεγίνετο σὺν τοῖς στρατιώταις εἰς τὴν πόλιν, καὶ δείσας ὁ Μάλιχος ἀνέπεισεν Ὑρκανὸν μὴ ἐπιτρέπειν αὐτῷ εἰσιέναι. καὶ πείθεται μὲν Ὑρκανός, προβέβλητο δὲ αἰτίαν τῆς ἀποκωλύσεως τὸ μὴ δεῖν ὄχλον ἀλλοδαπὸν ἁγνεύοντος εἰσδέχεσθαι τοῦ πλήθους.
286
ὀλίγον δὲ φροντίσας Ἡρώδης τῶν ἀγγέλων νύκτωρ εἴσεισιν εἰς τὴν πόλιν καὶ φοβερὸς ἦν τῷ Μαλίχῳ, ὁ δʼ οὐκ ἀνίησιν τὴν ὑπόκρισιν, ἀλλʼ ἐδάκρυεν τὸν Ἀντίπατρον καὶ ἀνεκαλεῖτο φανερῶς ὡς φίλος, κρύφα δὲ φυλακὴν τοῦ σώματος ἐποιεῖτο.
287
ἔδοξε δὲ καὶ τοῖς περὶ Ἡρώδην μὴ ἀπελέγχειν αὐτοῦ τὴν προσποίησιν, ἀλλὰ καὶ αὐτοὺς εἰς τὸ ἀνύποπτον ἀντιφιλοφρονεῖσθαι τὸν Μάλιχον.
288
Κασσίῳ μέντοι περὶ τῆς τελευτῆς τοῦ πατρὸς Ἡρώδης ἐπέστελλεν, κἀκεῖνος εἰδώς, οἷος εἴη τὸν τρόπον Μάλιχος, ἀντεπιστέλλει τιμωρεῖν τῷ πατρί, καὶ λάθρα διαπέμπει πρὸς τοὺς ἐν Τύρῳ χιλιάρχους κελεύων αὐτοὺς συμπράττειν Ἡρώδῃ δίκαια μέλλοντι πράξειν.
289
ὡς δὲ Λαοδίκειαν ᾑρηκότος Κασσίου πρὸς αὐτὸν ἀπῄεσαν κοινῇ στεφάνους τε αὐτῷ καὶ χρήματα κομίζοντες, Ἡρώδης μὲν προσεδόκα δώσειν τὸν Μάλιχον τιμωρίαν ἐκεῖ γενόμενον,
290
ὁ δὲ περὶ Τύρον τῆς Φοινίκης ὑπιδόμενος τὸ πρᾶγμα μειζόνων ἐφήπτετο, καὶ τοῦ παιδὸς αὐτῷ ὁμηρεύοντος ἐν Τύρῳ παρελθὼν εἰς τὴν πόλιν ἔγνω τοῦτόν τε ὑπεκκλέψαι καὶ εἰς τὴν Ἰουδαίαν ἀπαίρειν σπεύδοντος ἐπʼ Ἀντώνιον Κασσίου τό τε ἔθνος ἀποστήσας αὐτὸς τὴν ἀρχὴν κατέχειν.
291
τοῖς δὲ βεβουλευμένοις ὅ τε δαίμων ἀντέπραξεν καὶ δεινὸς ὢν Ἡρώδης τὴν προαίρεσιν αὐτοῦ κατανοῆσαι, ὃς προεισπέμψας θεράποντα τῷ μὲν δοκεῖν ἐπὶ δείπνου παρασκευήν, καὶ γὰρ ἑστιάσειν αὐτοὺς ἅπαντας προειρήκει, ταῖς δʼ ἀληθείαις πρὸς τοὺς χιλιάρχους, ἐξελθεῖν ἐπὶ Μάλιχον πείθει μετὰ ξιφιδίων.
292
οἱ δʼ ἐπεξελθόντες καὶ πλησίον τῆς πόλεως αὐτῷ περιτυχόντες ἐπὶ τοῦ αἰγιαλοῦ κατακεντοῦσι τὸν ἄνδρα. Ὑρκανὸς μὲν οὖν ὑπʼ ἐκπλήξεως τοῦ γεγονότος εἰς ἀφωνίαν ἐτράπη, μόλις δʼ ἀνενεγκὼν ἐπυνθάνετο τῶν περὶ Ἡρώδην, ὅ τι ποτε εἴη τὸ γεγενημένον καὶ τίς ὁ Μάλιχον ἀνῃρηκώς.