Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 14

315 ἐπεὶ τὸν ὑπὲρ τῆς ἡγεμονίας πόλεμον ἀνεδεξάμεθα καὶ τῶν εὐσεβῶν καὶ δικαίων ποιούμενοι πρόνοιαν ἠμυνάμεθα τοὺς μήτε χάριτος ἀπομνημονεύσαντας μήτε ὅρκους φυλάξαντας, βούλομαι καὶ τὴν ἀφʼ ὑμῶν εἰρήνην τοῖς συμμάχοις ἡμῶν ὑπάρχειν καὶ ὅσα παρὰ τῶν ἡμετέρων ἐλάβετε ἀνταγωνιστῶν μὴ συγχωρεῖν, ἀλλὰ ταῦτα ἀποδοθῆναι τοῖς ἀφῃρημένοις.
316 οὔτε γὰρ ἐπαρχίας ἐκείνων οὐθεὶς οὔτε στρατόπεδα τῆς συγκλήτου δούσης ἔλαβεν, ἀλλὰ βίᾳ καθαρπάσαντες ἐχαρίσαντο βιαίως τοῖς πρὸς ἃ ἠδίκουν χρησίμοις αὐτοῖς γινομένοις.
317 δίκην οὖν αὐτῶν δεδωκότων τούς τε συμμάχους τοὺς ἡμετέρους ὅσα ποτʼ εἶχον ἀξιοῦμεν ἀκωλύτους διακατέχειν καὶ ὑμᾶς, εἴ τινα χωρία Ὑρκανοῦ ὄντα τοῦ ἐθνάρχου Ἰουδαίων πρὸ μιᾶς ἡμέρας ἢ Γάιον Κάσσιον πόλεμον οὐ συγκεχωρημένον ἐπάγοντα ἐπιβῆναι τῆς ἐπαρχίας ἡμῶν νῦν ἔχετε, ἀποδοῦναι αὐτῷ βίαν τε αὐτοῖς μηδεμίαν προσφέρειν ἐπὶ τῷ ἀσθενεῖς αὐτοὺς ποιεῖν τῶν ἰδίων δεσπόζειν.
318 εἰ δέ τινα ἔχετε πρὸς αὐτὸν δικαιολογίαν, ὅταν ἔλθωμεν ἐπὶ τοὺς τόπους ἐξέσται ὑμῖν ταύτῃ χρήσασθαι, ἡμῶν ἕκαστα τοῖς συμμάχοις ὁμοίως τοῖς κρίμασιν φυλασσόντων.
319 Μᾶρκος Ἀντώνιος αὐτοκράτωρ Τυρίων ἄρχουσι βουλῇ δήμῳ χαίρειν. διάταγμα ἐμὸν ἀπέσταλκα πρὸς ὑμᾶς, περὶ οὗ βούλομαι ὑμᾶς φροντίσαι, ἵνα αὐτὸ εἰς τὰς δημοσίας ἐντάξητε δέλτους γράμμασι Ῥωμαϊκοῖς καὶ Ἑλληνικοῖς καὶ ἐν τῷ ἐπιφανεστάτῳ ἔχητε αὐτὸ γεγραμμένον, ὅπως ὑπὸ πάντων ἀναγινώσκεσθαι δύνηται.
320 Μᾶρκος Ἀντώνιος αὐτοκράτωρ τριῶν ἀνδρῶν καταστάντων περὶ τῶν δημοσίων πραγμάτων εἶπεν· ἐπεὶ Γάιος Κάσσιος ταύτῃ τῇ ὑποστάσει ἀλλοτρίαν ἐπαρχίαν κατεχομένην ὑπὸ στρατοπέδων καὶ συμμάχους ὄντας διήρπασεν καὶ ἐξεπολιόρκησεν τὸ Ἰουδαίων ἔθνος φίλον ὑπάρχον τοῦ Ῥωμαίων δήμου,
321 τὴν ἀπόνοιαν τὴν ἐκείνου τοῖς ὅπλοις κρατήσαντες διατάγμασιν καὶ κρίμασιν ἐπανορθούμεθα τὰ ὑπʼ αὐτοῦ διηρπασμένα, ὥστε ἀποκατασταθῆναι ταῦτα τοῖς συμμάχοις ἡμῶν· καὶ ὅσα ἐπράθη Ἰουδαίων ἤτοι σώματα Ἰουδαίων ἢ κτῆσις ταῦτα ἀφεθήτω, τὰ μὲν σώματα ἐλεύθερα, ὡς ἦν ἀπʼ ἀρχῆς, ἡ δὲ κτῆσις τοῖς πρότερον κυρίοις.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme