Book 14
322
τὸν δʼ οὐχ ὑπακούσαντα τῷ ἐμῷ διατάγματι δίκην συστήσασθαι βούλομαι, κἂν ἁλῷ τότε κατὰ τὴν τοῦ πράγματος ἀξίαν μελήσει μοι ἐπεξελθεῖν τὸν οὐχ ὑπακούσαντα.
323
Τὸ δʼ αὐτὸ τοῦτο καὶ Σιδωνίοις καὶ Ἀντιοχεῦσιν καὶ Ἀραδίοις ἔγραψεν. παρεθέμεθα μὲν οὖν καὶ ταῦτα εὐκαίρως τεκμήρια γενησόμενα ἧς φαμὲν Ῥωμαίους ποιήσασθαι προνοίας ὑπὲρ τοῦ ἡμετέρου ἔθνους.
324
Μετὰ δὲ ταῦτα εἰς Συρίαν Ἀντωνίου παραγενομένου Κλεοπάτρα περὶ Κιλικίαν ἐντυχοῦσα διʼ ἔρωτος αὐτὸν ἐκεχείρωτο. καὶ δὴ πάλιν Ἰουδαίων ἑκατὸν οἱ δυνατώτατοι παραγίνονται πρὸς αὐτὸν κατηγοροῦντες Ἡρώδου καὶ τῶν περὶ αὐτὸν προστησάμενοι σφῶν τοὺς δεινοτάτους λέγειν.
325
ἀντέλεγεν δὲ αὐτοῖς Μεσσάλας ὑπὲρ τῶν νεανίσκων παρόντος καὶ Ὑρκανοῦ, ὃς κηδεστὴς ἐτύγχανεν ἤδη γεγενημένος. ἀκροασάμενος δὲ ἀμφοτέρων Ἀντώνιος ἐπὶ Δάφνης πυνθάνεται Ὑρκανοῦ, πότεροι τοῦ ἔθνους ἄμεινον προΐστανται·
326
φήσαντος δὲ τοὺς περὶ Ἡρώδην, Ἀντώνιος καὶ πάλαι οἰκείως ἔχων πρὸς αὐτοὺς διὰ τὴν πατρῴαν ξενίαν, ἣν ἡνίκα σὺν Γαβινίῳ παρῆν ἐπεποίητο πρὸς τὸν πατέρα αὐτῶν, τούτους μὲν ἀμφοτέρους τετράρχας καθίστησιν καὶ τὰ Ἰουδαίων αὐτοῖς ἐπιτρέπει πράγματα, γράφει δὲ καὶ γράμματα πεντεκαίδεκα τῶν ἀντιστασιαστῶν ἔδησεν, μέλλοντος δὲ καὶ κτείνειν αὐτοὺς παρῃτήσαντο οἱ περὶ Ἡρώδην.
327
Ἠρέμουν δʼ οὐδʼ οὕτως ἐπανελθόντες ἐκ τῆς πρεσβείας, ἀλλʼ ἀπήντων πάλιν Ἀντωνίῳ χίλιοι εἰς Τύρον ἐκεῖ δόξαντι ἀφικέσθαι. καὶ ὁ Ἀντώνιος πολλοῖς διεφθαρμένος ἤδη χρήμασιν ὑπό τε Ἡρώδου καὶ τοῦ ἀδελφοῦ αὐτοῦ τῷ κατὰ τόπον ἄρχοντι προσέταξεν κολάσαι τοὺς πρεσβευτὰς τῶν Ἰουδαίων νεωτέρων ἐπιθυμοῦντας πραγμάτων καὶ τοῖς περὶ Ἡρώδην συγκαθιστάναι τὴν ἀρχήν.
328
ταχὺ δὲ Ἡρώδης, ἵδρυντο γὰρ ἐπὶ τῆς ψάμμου πρὸ τῆς πόλεως, προϊὼν ἀπιέναι παρεκελεύετο, συνῆν δʼ αὐτοῖς καὶ Ὑρκανός, ὡς μεγάλου κακοῦ εἰ προέλθοιεν εἰς φιλονεικίαν ἐσομένου. καὶ οἱ μὲν οὐκ ἐπείθοντο.
329
παραχρῆμα δʼ ἐκδραμόντες Ῥωμαῖοι σὺν ἐγχειριδίοις τοὺς μὲν αὐτῶν ἀπέκτειναν, πλείους δὲ κατέτρωσαν, οἱ δὲ λοιποὶ διαφυγόντες ἐπʼ οἴκου ἡσύχαζον. τοῦ δὲ δήμου καταβοῶντος Ἡρώδου παροξυνθεὶς Ἀντώνιος τοὺς δεδεμένους ἀπέκτεινεν.