Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 14

330 Δευτέρῳ δʼ ἔτει Συρίαν κατέσχον Πάκορός τε ὁ βασιλέως παῖς καὶ Βαζαφράνης σατράπης ὢν Πάρθων. τελευτᾷ δὲ καὶ Πτολεμαῖος ὁ Μενναίου καὶ τὴν ἀρχὴν ὁ παῖς αὐτοῦ Λυσανίας παραλαβὼν διαπράττεται φιλίαν πρὸς Ἀντίγονον τὸν Ἀριστοβούλου, πρὸς τοῦτο χρήσιμον τὸν σατράπην παραλαβὼν μέγα παρʼ αὐτῷ δυνάμενον.
331 Ἀντίγονος δʼ ὑπισχνεῖτο χίλια τάλαντα καὶ πεντακοσίας γυναῖκας δώσειν Πάρθοις, εἰ τὴν ἀρχὴν Ὑρκανὸν ἀφελόμενοι παραδώσουσιν αὐτῷ καὶ τοὺς περὶ τὸν Ἡρώδην ἀνέλοιεν.
332 οὐ μὴν ἔδωκεν· ἀλλʼ οἱ μὲν Πάρθοι διὰ τοῦτʼ ἐπὶ τὴν Ἰουδαίαν ἐστράτευσαν κατάγοντες Ἀντίγονον, Πάκορος μὲν διὰ τῆς παραθαλαττίου, ὁ δὲ σατράπης Βαζαφράνης διὰ τῆς μεσογείου.
333 Τύριοι μὲν οὖν ἀποκλείουσι Πάκορον, Σιδώνιοι δὲ καὶ Πτολεμαεῖς ἐδέξαντο. ἴλην μέντοι Πάκορος ἱππέων εἰς τὴν Ἰουδαίαν ἐξέπεμψεν κατασκεψομένην τε τὰ κατὰ τὴν χώραν καὶ Ἀντιγόνῳ συμπράξουσαν, ἡγεμόνα τε ὁμώνυμον τοῦ βασιλέως οἰνοχόον.
334 ἐκ δὲ τῶν περὶ Κάρμηλον τὸ ὄρος Ἰουδαίων πρὸς Ἀντίγονον ἐλθόντων καὶ συνεισβαλεῖν ἑτοίμως ἐχόντων, προσεδόκα δὲ τῆς χώρας μέρος τι λαβεῖν ὁ Ἀντίγονος, δρυμοὶ δὲ τὸ χωρίον καλεῖται, καί τινων ὑπαντιασάντων αὐτοὺς διεκπίπτουσιν εἰς Ἱεροσόλυμα οἱ ἄνθρωποι. προσγενομένων δέ τινων πολλοὶ συστραφέντες ἐπὶ τὰ βασίλεια ἧκον καὶ ταῦτα ἐπολιόρκουν.
335 προσβοηθούντων δὲ τῶν περὶ Φασάηλον καὶ Ἡρώδην καὶ μάχης γενομένης κατὰ τὴν ἀγορὰν νικῶσιν οἱ νεανίσκοι τοὺς πολεμίους, καὶ συνδιώξαντες εἰς τὸ ἱερὸν πέμπουσιν ὁπλίτας τινὰς εἰς τὰς πλησίον οἰκίας φρουρήσοντας αὐτάς, οὓς ἐπαναστὰς ὁ δῆμος συμμάχων ὄντας ἐρήμους σὺν αὐτοῖς οἴκοις κατέπρησεν.
336 ὑπὲρ μὲν οὖν τῆς ἀδικίας ταύτης Ἡρώδης μετʼ ὀλίγον τιμωρίαν παρὰ τῶν ἀντιστασιωτῶν λαμβάνει συμβαλὼν αὐτοῖς εἰς μάχην καὶ πολλοὺς αὐτῶν ἀποκτείνας.
337 Γινομένων δʼ ὁσημέραι ἀκροβολισμῶν αὐτοῖς ἀνέμενον οἱ πολέμιοι τὸν ἐκ τῆς χώρας ὄχλον εἰς τὴν καλουμένην πεντηκοστήν, ἑορτὴ δʼ ἐστίν, μέλλοντα ἥξειν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme