Book 14
353
ἄρας οὖν σὺν οἷς εἶχεν ὁπλίταις καὶ τὰς γυναῖκας τοῖς ὑποζυγίοις ἐπιθέμενος μητέρα τε αὐτοῦ καὶ ἀδελφὴν καὶ ἣν ἔμελλεν ἄξεσθαι πρὸς γάμον Ἀλεξάνδρου θυγατέρα τοῦ Ἀριστοβούλου παιδὸς τήν τε ταύτης μητέρα, Ὑρκανοῦ δʼ ἦν θυγάτηρ, καὶ τὸν νεώτατον ἀδελφὸν τήν τε θεραπείαν πᾶσαν καὶ τὸν ἄλλον ὄχλον τὸν σὺν αὐτοῖς, ἐδίωκεν τὴν ἐπὶ Ἰδουμαίας λαθὼν τοὺς πολεμίους.
354
ὧν οὐδεὶς ἂν οὕτως στερρὸς τὴν φύσιν εὑρέθη, ὃς τότε παρὼν τοῖς πραττομένοις οὐκ ἂν ᾤκτειρεν αὐτοὺς τῆς τύχης, γυναίων ἐπαγομένων νήπια τέκνα καὶ μετὰ δακρύων καὶ οἰμωγῆς ἀπολειπουσῶν τὴν πατρίδα καὶ φίλους ἐν δεσμοῖς καὶ περὶ αὐτῶν οὐδὲν ἔτι χρηστὸν προσδεχομένων.
355
Ἀλλʼ Ἡρώδης ἐπάνω τῆς ἐκ τοῦ δεινοῦ πληγῆς τὸ φρόνημα ποιησάμενος αὐτός τε ἦν πρὸς τὸ δεινὸν εὔψυχος καὶ παριὼν κατὰ τὴν ὁδὸν θαρρεῖν ἕκαστον παρεκελεύετο καὶ μὴ παρέχειν αὑτὸν ἔκδοτον τῇ λύπῃ· τοῦτο γὰρ αὐτοὺς βλάπτειν πρὸς τὴν φυγήν, ἐν ᾗ τὴν σωτηρίαν αὐτοῖς μόνῃ κεῖσθαι συμβέβηκεν.
356
καὶ οἱ μὲν ὡς Ἡρώδης παρῄνει φέρειν τὴν συμφορὰν ἐπειρῶντο. μικροῦ δʼ αὑτὸν διεχρήσατο τοῦ ζεύγους περιτραπέντος καὶ τῆς μητρὸς αὐτῷ κινδυνευσάσης ἀποθανεῖν, διά τε τὸ ἐπʼ αὐτῇ πάθος καὶ διὰ τὸ φοβεῖσθαι, μὴ καταλάβωσιν αὐτὸν οἱ πολέμιοι διώκοντες τριβῆς περὶ τὸ πταῖσμα γενομένης.
357
σπασάμενον γοῦν αὐτὸν τὸ ξίφος καὶ μέλλοντα πλήττειν αὑτὸν κατέσχον οἱ παρόντες, τῷ τε πλήθει κατισχύσαντες καὶ ὡς οὐκ ἐχρῆν αὐτοὺς ἐγκαταλιπεῖν ἐπὶ τοῖς ἐχθροῖς ἐσομένους λέγοντες· οὐ γὰρ εἶναι γενναίου τῶν δεινῶν αὑτὸν ἐλευθερώσαντα τοὺς φίλους ἐν αὐτοῖς ὑπεριδεῖν.
358
βιασθεὶς οὖν ἀποσχέσθαι τοῦ κατʼ αὐτὸν τολμήματος αἰδοῖ τε τῶν λεγομένων καὶ πλήθει τῶν οὐκ ἐπιτρεπόντων αὐτοῦ τῇ χειρὶ διακονεῖν οἷς ἐντεθύμητο, ἀνακτησάμενος τὴν μητέρα καὶ θεραπείας ἧς ὁ καιρὸς ἤπειγεν ἀξιώσας ἐβάδιζεν τὴν προκειμένην ὁδὸν συντονωτέραν ποιούμενος τὴν πορείαν εἰς Μάσαδαν τὸ ἔρυμα. πολλὰς δὲ μάχας πρὸς τοὺς ἐπεξελθόντας καὶ διώκοντας τῶν Πάρθων μαχεσάμενος πάσας ἐνίκησεν.